1  Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ⸀αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ ⸂τὰ σκάνδαλα μὴ ἐλθεῖν⸃, ⸂πλὴν οὐαὶ⸃ δι’ οὗ ἔρχεται· 
Matthieu 18.7  1 Corinthiens 11.19  Romains 16.17  1 Corinthiens 8.13  1 Corinthiens 10.32  
 2  λυσιτελεῖ αὐτῷ εἰ ⸂λίθος μυλικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ⸂τῶν μικρῶν τούτων ἕνα⸃. 
Marc 9.42  Matthieu 18.3-18.6  Matthieu 18.10  Matthieu 18.14  2 Pierre 2.1-2.3  
 3  προσέχετε ἑαυτοῖς. ἐὰν ⸀ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· 
Matthieu 18.21  Lévitique 19.17  Matthieu 18.15-18.17  Luc 21.34  Ephésiens 5.15  
 4  καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸀ἁμαρτήσῃ εἰς σὲ καὶ ⸀ἑπτάκις ἐπιστρέψῃ ⸂πρὸς σὲ⸃ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ. 
Matthieu 18.21-18.22  Matthieu 18.35  2 Thessaloniciens 3.13-3.14  Ephésiens 4.31-4.32  Matthieu 6.14-6.15  
 5  Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. 
Marc 9.24  Hébreux 12.2  2 Thessaloniciens 1.3  1 Pierre 1.22-1.23  Philippiens 4.13  
 6  εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. 
Matthieu 17.20  Matthieu 21.21  Marc 9.23  1 Corinthiens 13.2  Luc 13.19  
 7  Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε,  
8  ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 
Luc 12.37  Genèse 43.16  2 Samuel 12.20  
 9  μὴ ⸂ἔχει χάριν⸃ τῷ ⸀δούλῳ ὅτι ἐποίησεν τὰ ⸀διαταχθέντα;  
10  οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν. 
Romains 3.12  Esaïe 6.5  1 Corinthiens 9.16-9.17  Job 35.6-35.7  Matthieu 25.30  
 11  Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον Σαμαρείας καὶ Γαλιλαίας. 
Luc 9.51-9.52  Jean 4.3-4.4  
 12  καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν πόρρωθεν, 
Lévitique 13.45-13.46  2 Rois 7.3  2 Chroniques 26.20-26.21  Luc 5.12  2 Rois 5.27  
 13  καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 
Matthieu 9.27  Luc 18.38-18.39  Matthieu 15.22  Marc 9.22  Matthieu 20.30-20.31  
 14  καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 
Luc 5.14  Matthieu 3.15  Jean 11.10  Jean 9.7  Jean 4.50-4.53  
 15  εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, 
Luc 17.17-17.18  Psaumes 107.20-107.22  Jean 9.38  Psaumes 103.1-103.4  Jean 5.14  
 16  καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. 
Matthieu 10.5  Actes 8.5-8.25  Apocalypse 19.10  Apocalypse 4.10  Apocalypse 19.4-19.5  
 17  ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 
Psaumes 106.13  Genèse 3.9  Romains 1.21  Jean 8.7-8.10  
 18  οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 
Psaumes 106.13  Apocalypse 14.7  Matthieu 19.30  Psaumes 29.1-29.2  Matthieu 8.12  
 19  καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. 
Matthieu 9.22  Luc 18.42  Marc 5.34  Marc 10.52  Luc 8.48  
 20  Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, 
Luc 19.11  Luc 17.23-17.24  Actes 1.6-1.7  Luc 16.16  Jean 18.36  
 21  οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· ⸀Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. 
Romains 14.17  Matthieu 12.28  Luc 10.9-10.11  Matthieu 24.23-24.28  Colossiens 1.27  
 22  Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 
Luc 5.35  Matthieu 9.15  Jean 16.16-16.22  Marc 2.20  Jean 8.21-8.24  
 23  καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ⸂ἐκεῖ· Ἰδοὺ ὧδε⸃· μὴ ἀπέλθητε μηδὲ διώξητε. 
Luc 21.8  Luc 17.21  Marc 13.21-13.23  Matthieu 24.23-24.26  
 24  ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν⸃ οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ⸃. 
Matthieu 24.27  Malachie 3.1-3.2  Jacques 5.8  Malachie 4.1-4.2  1 Thessaloniciens 5.2  
 25  πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 
Matthieu 16.21  Luc 9.22  Marc 8.31  Luc 24.46  1 Samuel 10.19  
 26  καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 
Genèse 7.7-7.23  Hébreux 11.7  Matthieu 24.37-24.39  2 Pierre 2.5  2 Pierre 3.6  
 27  ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας. 
Esaïe 21.4  Esaïe 22.12-22.14  1 Samuel 25.36-25.38  Luc 16.19-16.23  Job 21.9-21.13  
 28  ὁμοίως ⸀καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 
Genèse 19.1-19.28  Ezéchiel 16.49-16.50  Jacques 5.1-5.5  Genèse 18.20-18.21  Genèse 13.13  
 29  ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας. 
2 Pierre 2.6  Esaïe 13.19  Apocalypse 11.8  Sophonie 2.9  Matthieu 11.23-11.24  
 30  κατὰ ⸂τὰ αὐτὰ⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 
2 Thessaloniciens 1.7  Matthieu 24.3  1 Corinthiens 1.7  1 Pierre 1.13  Apocalypse 1.7  
 31  ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 
Marc 13.14-13.16  Jérémie 45.5  Matthieu 16.26  Philippiens 3.7-3.8  Job 2.4  
 32  μνημονεύετε τῆς γυναικὸς Λώτ. 
Genèse 19.26  Hébreux 10.38-10.39  2 Pierre 2.18-2.22  1 Corinthiens 10.6-10.12  Genèse 19.17  
 33  ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι ἀπολέσει αὐτήν, ⸂ὃς δ’ ἂν⸃ ⸀ἀπολέσῃ ζῳογονήσει αὐτήν. 
Matthieu 10.39  Jean 12.25  Marc 8.35-8.37  Matthieu 16.25  Luc 9.24-9.25  
 34  λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 
Matthieu 24.40-24.41  Ezéchiel 9.4-9.6  Matthieu 24.25  Malachie 3.16-3.18  Romains 11.4-11.7  
 35  ⸂ἔσονται δύο⸃ ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ μία παραλημφθήσεται ⸂ἡ δὲ⸃ ἑτέρα ⸀ἀφεθήσεται. 
Exode 11.5  Matthieu 24.41  Juges 16.21  
 37  καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται⸃. 
Matthieu 24.28  Zacharie 13.8-13.9  Apocalypse 19.17-19.18  Job 39.29-39.30  Amos 9.1-9.4