Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16.24
SBL Greek New Testament


1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
Matthieu 13.21 Jean 15.18-15.27 Philippiens 1.10 Matthieu 26.31-26.33 1 Pierre 2.8
2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
Actes 26.9-26.11 Jean 9.22 Jean 12.42 Actes 22.3-22.4 Esaïe 66.5
3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
Jean 15.21 Jean 17.25 Jean 8.19 Jean 8.55 1 Jean 3.1
4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν μνημονεύητε ⸁αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην.
Matthieu 9.15 Jean 14.29 Jean 13.19 Jean 17.12-17.13 Marc 13.23
5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
Jean 13.36 Jean 7.33 Ephésiens 4.7-4.11 Jean 17.4 Jean 16.28
6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
Jean 14.1 Jean 16.20-16.22 Jean 20.11-20.15 Jean 14.27-14.28 Luc 24.17
7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
Jean 14.26 Jean 15.26 Jean 14.16-14.17 Romains 8.28 Jean 7.39
8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
Jude 1.15 Jean 8.46 Actes 2.37 Actes 16.29-16.30 Zacharie 12.10
9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
Marc 16.16 Jean 12.47-12.48 Jean 15.22-15.25 Actes 2.22-2.38 Jean 8.23-8.24
10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
Jérémie 23.5-23.6 Actes 3.14 1 Pierre 3.18 1 Corinthiens 1.30 Actes 7.52
11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Jean 12.31 Hébreux 2.14 Colossiens 2.15 2 Corinthiens 4.4 1 Jean 3.8
12 Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν⸃, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι·
Marc 4.33 Hébreux 5.11-5.14 Actes 1.3 Jean 14.30 1 Corinthiens 3.1-3.2
13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ⸀ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
Jean 14.26 Jean 14.17 1 Corinthiens 2.10-2.13 Jean 15.26 Jean 7.16-7.18
14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.
1 Jean 4.13-4.14 Apocalypse 19.10 Galates 5.5 2 Corinthiens 3.14-3.18 1 Jean 5.6
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
Jean 17.10 Luc 10.22 Colossiens 1.19 Jean 17.2 Colossiens 2.9
16 Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με.
Jean 7.33 Jean 16.17-16.19 Jean 16.22 Jean 21.1-21.23 Hébreux 12.2
17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
Jean 16.5 Jean 16.16 Marc 9.32 Marc 9.10 Jean 16.19
18 ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
Luc 24.25 Matthieu 16.9-16.11 Hébreux 5.12
19 ⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
Jean 16.30 Jean 2.24-2.25 Jean 7.33 Marc 9.33-9.34 Apocalypse 2.23
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
Marc 16.10 Luc 23.27 Matthieu 5.4 Apocalypse 11.10 Psaumes 40.1-40.3
21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
Jérémie 30.6-30.7 1 Thessaloniciens 5.3 Osée 13.13-13.14 Apocalypse 12.2-12.5 1 Samuel 1.26-1.27
22 καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφ’ ὑμῶν.
Jean 16.6 1 Pierre 1.8 Actes 13.52 Hébreux 6.18 Actes 2.46
23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου⸃.
1 Jean 5.14-5.16 Matthieu 21.22 Esaïe 65.24 Jean 14.20 Jean 16.26
24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
Matthieu 7.7-7.8 Jean 15.11 Jacques 4.2-4.3 Matthieu 6.9 Ephésiens 1.16-1.17
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ ὑμῖν.
Jean 16.28-16.29 Psaumes 78.2 Jean 16.12 Matthieu 13.34-13.35 Jean 16.2
26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
Jean 14.16 Jean 17.24 Jean 16.23 Jean 17.9 Jean 17.19
27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον.
Jean 14.23 Jean 14.21 1 Corinthiens 16.22 Jean 17.23 Jean 8.42
28 ἐξῆλθον ⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Jean 13.3 Jean 13.1 Jean 8.14 Jean 16.5 Jean 17.11
29 ⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
Jean 16.25
30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
Jean 21.17 Jean 17.8 Jean 16.27-16.28 Hébreux 4.13 Jean 5.20
31 ἀπεκρίθη ⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;
Jean 13.38 Luc 9.44-9.45
32 ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.
Jean 8.29 Matthieu 26.31 Jean 8.16 Zacharie 13.7 Jean 4.23
33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Jean 14.27 1 Jean 4.4 1 Jean 5.4 Jean 14.1 2 Corinthiens 1.3

© 2010 by the Society of Biblical Literature and Logos Bible Software