Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 19.20     

Esaïe 19.20
Septante


Prophétie sur l’Égypte

1 ὅρασις Αἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.
Josué 2.11 Exode 12.12 Apocalypse 1.7 Joël 3.19 Esaïe 13.1
2 καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.
Juges 7.22 1 Samuel 14.20 Ezéchiel 38.21 Apocalypse 17.12-17.17 Matthieu 10.21
3 καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.
Esaïe 8.19 Daniel 2.2 1 Chroniques 10.13 Jérémie 46.15 2 Samuel 17.14
4 καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν τάδε λέγει κύριος σαβαωθ.
Esaïe 20.4 Ezéchiel 29.19 Jérémie 46.26 Esaïe 19.2 1 Samuel 23.7
5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται.
Jérémie 51.36 Ezéchiel 30.12 Zacharie 14.18 Zacharie 10.11
6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου.
Esaïe 37.25 Exode 2.3 Job 8.11 2 Rois 19.24 Esaïe 15.6
7 καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.
Esaïe 23.3 Ezéchiel 19.13 Esaïe 32.20 Jérémie 14.4 Joël 1.17-1.18
8 καὶ στενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν.
Ezéchiel 47.10 Habakuk 1.15 Nombres 11.5 Exode 7.21
9 καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον.
Ezéchiel 27.7 Proverbes 7.16 1 Rois 10.28
10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.
Deutéronome 11.10 Exode 8.5 Exode 7.19
11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως ἡ βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς.
Nombres 13.22 Esaïe 30.4 Actes 7.22 Psaumes 78.43 1 Rois 4.30
12 ποῦ εἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ’ Αἴγυπτον.
1 Corinthiens 1.20 Esaïe 5.21 Romains 9.17 Esaïe 14.24 Esaïe 47.10-47.13
13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.
Ezéchiel 30.13 Jérémie 2.16 Jérémie 46.19 Jérémie 46.14 Zacharie 10.4
14 κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα.
1 Rois 22.20-22.23 2 Thessaloniciens 2.11 Ezéchiel 14.7-14.9 Job 12.25 Esaïe 47.10-47.11
15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος.
Esaïe 9.14-9.15 Proverbes 14.23 Psaumes 128.2 Habakuk 3.17 Aggée 1.11
16 τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.
Esaïe 11.15 Nahum 3.13 Jérémie 51.30 Jérémie 50.37 Esaïe 10.32
17 καὶ ἔσται ἡ χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ’ αὐτήν.
Esaïe 14.24 Daniel 4.35 Jérémie 44.28-44.30 Esaïe 20.2-20.5 Jérémie 25.19
18 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου πόλισ-ασεδεκ κληθήσεται ἡ μία πόλις.
Sophonie 3.9 Zacharie 2.11 Esaïe 19.21 Genèse 11.1 Deutéronome 10.20
19 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ.
Genèse 28.18 Josué 22.10 Exode 24.4 Josué 22.26 Esaïe 66.23
20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς.
Psaumes 50.15 Luc 2.11 Tite 2.13 Josué 22.27-22.28 Josué 4.20-4.21
21 καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.
Esaïe 11.9 Habakuk 2.14 Malachie 1.11 Esaïe 37.20 Esaïe 44.5
22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.
Osée 14.1 Hébreux 12.11 Deutéronome 32.39 Amos 4.6-4.12 Actes 28.26-28.27
23 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.
Esaïe 11.16 Esaïe 27.13 Ephésiens 3.6-3.8 Ephésiens 2.18-2.22 Esaïe 35.8-35.10
24 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ.
Esaïe 65.8 Genèse 12.2 Esaïe 6.13 Esaïe 65.22 Romains 15.27
25 ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ.
Esaïe 29.23 Osée 2.23 Deutéronome 32.9 Romains 9.24-9.25 Esaïe 60.21

Cette Bible est dans le domaine public.