Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 29.8     

1 Chroniques 29.8
Septante


Offrandes volontaires pour le temple

1 καὶ εἶπεν Δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμων ὁ υἱός μου εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος νέος καὶ ἁπαλός καὶ τὸ ἔργον μέγα ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή ἀλλ’ ἢ κυρίῳ θεῷ.
1 Chroniques 22.5 1 Rois 3.7 2 Chroniques 13.7 1 Chroniques 29.19 1 Chroniques 28.10
2 κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν.
1 Chroniques 22.3-22.5 Ecclésiaste 9.10 Esaïe 54.11-54.12 Colossiens 3.23 2 Corinthiens 8.3
3 καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων.
1 Chroniques 22.4-22.5 Psaumes 84.1 Psaumes 122.1-122.9 1 Chroniques 22.14-22.16 1 Chroniques 21.24
4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ.
1 Rois 9.28 1 Chroniques 22.14 Job 28.16
5 διὰ χειρὸς τεχνιτῶν καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον κυρίῳ.
Nombres 7.2-7.3 Nombres 7.10-7.89 Exode 25.2-25.9 Esdras 2.68-2.69 Esdras 1.4-1.6
6 καὶ προεθυμήθησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως.
Esaïe 60.3-60.10 1 Chroniques 27.1-27.15 2 Corinthiens 9.7 1 Chroniques 27.25-28.1
7 καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.
Esdras 2.69 Néhémie 7.70-7.71
8 καὶ οἷς εὑρέθη παρ’ αὐτοῖς λίθος ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ τοῦ Γηρσωνι.
1 Chroniques 23.8 1 Chroniques 26.21-26.22
9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ καὶ Δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.
2 Corinthiens 9.7-9.8 1 Rois 8.61 2 Corinthiens 8.3 Jean 15.11 Philippiens 4.10
10 καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων εὐλογητὸς εἶ κύριε ὁ θεὸς Ισραηλ ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.
1 Pierre 1.3 Psaumes 138.1 Psaumes 89.52 Psaumes 146.2 1 Chroniques 29.20
11 σοί κύριε ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.
Daniel 4.34-4.35 Esaïe 12.4 Apocalypse 5.12-5.13 1 Timothée 1.17 Apocalypse 7.9-7.12
12 παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα σὺ πάντων ἄρχεις κύριε ὁ ἄρχων πάσης ἀρχῆς καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.
2 Chroniques 20.6 2 Chroniques 1.12 Daniel 6.26 Job 9.19 Psaumes 68.34-68.35
13 καὶ νῦν κύριε ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.
Psaumes 106.1 2 Corinthiens 8.16 Daniel 2.23 1 Thessaloniciens 2.13 2 Corinthiens 2.14
14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα ὅτι σὰ τὰ πάντα καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.
Jacques 1.17 Genèse 32.10 2 Corinthiens 12.9-12.11 2 Corinthiens 3.5 Daniel 4.30
15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς καὶ οὐκ ἔστιν ὑπομονή.
Job 14.2 Psaumes 39.12 Psaumes 144.4 Psaumes 102.11 Lévitique 25.23
16 κύριε ὁ θεὸς ἡμῶν πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου ἐκ χειρός σού ἐστιν καὶ σοὶ τὰ πάντα.
Osée 2.8 2 Chroniques 31.10 Psaumes 24.1 1 Chroniques 29.14 Luc 19.16
17 καὶ ἔγνων κύριε ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.
1 Chroniques 28.9 Jérémie 17.10 1 Samuel 16.7 Proverbes 11.20 Philémon 1.7
18 κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τῶν πατέρων ἡμῶν φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ.
Psaumes 119.113 Jérémie 32.39 Psaumes 51.10 2 Thessaloniciens 2.16-2.17 Hébreux 13.21
19 καὶ Σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.
Psaumes 72.1 1 Chroniques 22.14 1 Chroniques 28.9 1 Chroniques 29.1-29.2 Psaumes 119.80

Accession de Salomon au trône

20 καὶ εἶπεν Δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ.
Exode 4.31 Psaumes 95.6 2 Chroniques 20.21 Exode 14.31 Genèse 24.48
21 καὶ ἔθυσεν Δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ισραηλ.
2 Chroniques 7.4-7.9 Nombres 15.10 Lévitique 23.13 Nombres 15.5 Nombres 15.7
22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην.
1 Chroniques 23.1 1 Rois 2.35 1 Rois 1.34-1.39 Ecclésiaste 2.24 Ecclésiaste 9.7
23 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ισραηλ.
1 Chroniques 28.5 1 Rois 2.12 1 Chroniques 17.11-17.12 1 Chroniques 22.11 Psaumes 132.11
24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως Δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.
1 Rois 2.24-2.25 1 Chroniques 28.21 1 Rois 1.50-1.53 Genèse 24.2 1 Chroniques 22.17
25 καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.
1 Rois 3.13 2 Chroniques 1.1 2 Chroniques 1.12 Ecclésiaste 2.9 Josué 3.7
26 καὶ Δαυιδ υἱὸς Ιεσσαι ἐβασίλευσεν ἐπὶ Ισραηλ.
1 Chroniques 18.14 Psaumes 78.71-78.72
27 ἔτη τεσσαράκοντα ἐν Χεβρων ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ ἔτη τριάκοντα τρία.
2 Samuel 5.4-5.5 1 Rois 2.11 1 Chroniques 3.4
28 καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
Genèse 15.15 Job 5.26 1 Chroniques 23.1 Actes 13.36 Genèse 25.8
29 οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γαδ τοῦ βλέποντος.
1 Samuel 9.9 2 Samuel 12.1-12.7 1 Samuel 22.5 2 Samuel 7.2-7.4 1 Chroniques 21.9-21.11
30 περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ καὶ οἱ καιροί οἳ ἐγένοντο ἐπ’ αὐτῷ καὶ ἐπὶ τὸν Ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.
Daniel 4.23 Daniel 4.25 2 Rois 10.34 2 Rois 14.28 Daniel 2.21

Cette Bible est dans le domaine public.