Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 7     

Exode 7
Septante


1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης. Exode 4.15-4.16 Psaumes 82.6 Exode 16.29 Jean 10.35-10.36 Ecclésiaste 1.10
2 σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. Exode 4.15 Exode 6.29 Jérémie 1.7 Jérémie 1.17 Ezéchiel 3.10
3 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. Exode 11.9 Exode 4.21 Psaumes 135.9 Psaumes 105.27-105.36 Actes 7.36
4 καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ. Exode 6.6 Exode 11.9 Exode 12.51 Proverbes 19.29 Lamentations 3.3
5 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν. Exode 7.17 Exode 8.22 Exode 14.4 Exode 3.20 Exode 14.18
6 ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος οὕτως ἐποίησαν. Exode 7.2 Genèse 6.22 Exode 40.16 Psaumes 119.4 Genèse 22.18
7 Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς Φαραω. Actes 7.23 Deutéronome 34.7 Actes 7.30 Deutéronome 31.2 Deutéronome 29.5
8 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων. 9 καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων δότε ἡμῖν σημεῖον ἢ τέρας καὶ ἐρεῖς Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἔσται δράκων. Esaïe 7.11 Jean 2.18 Jean 6.30 Exode 4.2 Exode 4.17
10 εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκων. Exode 4.3 Amos 9.3 Marc 16.18 Luc 10.19
11 συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως. Exode 7.22 Exode 8.7 Exode 8.18 2 Timothée 3.8 Genèse 41.8
12 καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδους. 1 Jean 4.4 Actes 8.9-8.13 Actes 19.19-19.20 Exode 8.18-8.19 Exode 9.11
13 καὶ κατίσχυσεν ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν αὐτοῖς κύριος. Exode 4.21 Exode 10.27 Exode 10.20 Exode 10.1 Exode 8.15
14 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν βεβάρηται ἡ καρδία Φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν. Exode 8.15 Exode 10.27 Exode 10.20 Exode 10.1 Esaïe 1.20
15 βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου. Exode 8.20 Exode 2.5 Exode 7.10 Ezéchiel 29.3 Exode 4.2-4.4
16 καὶ ἐρεῖς πρὸς αὐτόν κύριος ὁ θεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. Exode 3.18 Exode 9.1 Exode 3.12 Exode 9.13 Exode 8.1
17 τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῖ εἰς αἷμα. Exode 4.9 Exode 5.2 Exode 7.5 Psaumes 9.16 Daniel 4.37
18 καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν καὶ ἐποζέσει ὁ ποταμός καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. Exode 7.24 Exode 7.21 Nombres 21.5 Nombres 11.20
19 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἰπὸν Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν καὶ ἔσται αἷμα καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις. Exode 10.12 Exode 14.21 Exode 8.16 Exode 10.21 Exode 8.5-8.6
20 καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα. Psaumes 78.44 Psaumes 105.29 Apocalypse 8.8 Nombres 20.8-20.12 Exode 7.17-7.18
21 καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου. Exode 7.18 Apocalypse 8.9
22 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος. Exode 7.11 2 Timothée 3.8 Exode 8.7-8.8 Jérémie 27.18
23 ἐπιστραφεὶς δὲ Φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ. Habakuk 1.5 Job 7.17 Proverbes 22.17 Proverbes 24.32 Ezéchiel 40.4
24 ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. 25 καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν. 2 Samuel 24.13 Exode 8.9-8.10 Exode 10.23
26 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν. 27 εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις. 28 καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου. 29 καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι.

Cette Bible est dans le domaine public.