Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Samuel 19.2     

1 Samuel 19.2
Septante


1 καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα.
1 Samuel 18.1 1 Samuel 18.9
2 καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ.
1 Samuel 20.2 Psaumes 16.3 1 Jean 3.12-3.14 Jean 15.17-15.19 Actes 23.16
3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ καὶ ἀπαγγελῶ σοι.
1 Samuel 20.9 1 Samuel 20.13
4 καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα.
Jérémie 18.20 Genèse 42.22 Proverbes 31.8-31.9 Proverbes 17.13 1 Samuel 20.32
5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν.
Matthieu 27.4 1 Samuel 11.13 1 Chroniques 11.14 1 Samuel 20.32 Juges 9.17
6 καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν καὶ ὤμοσεν Σαουλ λέγων ζῇ κύριος εἰ ἀποθανεῖται.
1 Samuel 28.10 Psaumes 15.4 Jérémie 5.2 Proverbes 26.24-26.25 1 Samuel 14.39
7 καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.
1 Samuel 18.13 1 Samuel 16.21 1 Samuel 18.2 1 Samuel 18.10 Genèse 31.2
8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
Psaumes 27.3 Psaumes 18.32-18.50
9 καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαουλ καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ.
1 Samuel 16.14 1 Samuel 18.10-18.11 1 Samuel 16.16
10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη.
1 Samuel 20.33 1 Samuel 18.11 Proverbes 21.30 2 Pierre 2.20-2.22 Osée 6.4
11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ.
Psaumes 59.1-59.17 Juges 16.2
12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται.
Josué 2.15 Actes 9.24-9.25 2 Corinthiens 11.32-11.33 Psaumes 34.19
13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
Genèse 31.19 Juges 18.17 Juges 18.14 Juges 17.5 Osée 3.4
14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.
Josué 2.5 2 Samuel 17.20 2 Samuel 16.17-16.19
15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν.
Psaumes 37.12 Job 31.31 Proverbes 27.3-27.4 1 Samuel 19.6 Romains 3.15
16 καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.
17 καὶ εἶπεν Σαουλ τῇ Μελχολ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἶπεν Μελχολ τῷ Σαουλ αὐτὸς εἶπεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε.
2 Samuel 2.22 1 Samuel 22.17 1 Samuel 28.12 2 Samuel 17.20 Matthieu 2.16
18 καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα.
1 Samuel 7.17 1 Samuel 15.34 Psaumes 116.11 1 Samuel 28.3 Jacques 5.16
19 καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα.
1 Samuel 23.19 1 Samuel 22.9-22.10 Proverbes 29.12 1 Samuel 26.1
20 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ’ αὐτῶν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα θεοῦ καὶ προφητεύουσιν.
Jean 7.32 1 Samuel 10.10 Joël 2.28 1 Samuel 19.14 1 Samuel 10.5-10.6
21 καὶ ἀπηγγέλη τῷ Σαουλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους καὶ ἐπροφήτευσαν καὶ αὐτοί.
Proverbes 27.22 Joël 2.28 Jérémie 13.23 2 Rois 1.9-1.13
22 καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν ποῦ Σαμουηλ καὶ Δαυιδ καὶ εἶπαν ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα.
23 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα καὶ ἐγενήθη καὶ ἐπ’ αὐτῷ πνεῦμα θεοῦ καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα.
1 Samuel 10.10 1 Samuel 19.20 1 Corinthiens 13.2 Nombres 24.2 Proverbes 16.9
24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ τοῦτο ἔλεγον εἰ καὶ Σαουλ ἐν προφήταις.
Esaïe 20.2 Michée 1.8 2 Samuel 6.20 1 Samuel 10.10-10.12 Actes 9.21

Cette Bible est dans le domaine public.