Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Samuel 20.2     

2 Samuel 20.2
Septante


1 καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ.
1 Rois 12.16 2 Chroniques 10.16 Deutéronome 13.13 Habakuk 1.12-1.13 Psaumes 17.13
2 καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ.
2 Samuel 19.40-19.41 Psaumes 62.9 2 Chroniques 10.17 Actes 11.23 Psaumes 118.8-118.10
3 καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι.
2 Samuel 16.21-16.22 2 Samuel 15.16 Genèse 40.3
4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι.
2 Samuel 17.25 2 Samuel 19.13 1 Chroniques 2.17
5 καὶ ἐπορεύθη Αμεσσαϊ τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυιδ.
1 Samuel 13.8 2 Samuel 19.13
6 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
2 Samuel 11.11 1 Rois 1.33 2 Samuel 21.17 1 Chroniques 11.20 2 Samuel 18.12
7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ Χερεθθι καὶ ὁ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.
2 Samuel 8.18 1 Rois 1.38 2 Samuel 15.18 2 Samuel 20.23 2 Samuel 8.16
8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων καὶ Αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν.
2 Samuel 3.30 2 Samuel 2.13 2 Samuel 20.4-20.5
9 καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν.
Proverbes 26.24-26.26 Matthieu 26.48-26.49 Michée 7.2 Luc 22.47-22.48 Psaumes 55.21
10 καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι.
2 Samuel 2.23 2 Samuel 3.27 Juges 3.21 2 Samuel 20.9 1 Rois 2.31-2.34
11 καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ ὀπίσω Ιωαβ.
2 Samuel 20.13 2 Samuel 20.4 2 Samuel 20.6-20.7 2 Rois 9.32 2 Samuel 20.21
12 καὶ Αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός καὶ ἀπέστρεψεν τὸν Αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα.
2 Samuel 17.25 Psaumes 55.23 Proverbes 24.21-24.22 Psaumes 9.16
13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.
1 Samuel 6.12 Esaïe 62.10 Juges 21.19 Marc 10.46 Jérémie 31.21
14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ.
2 Rois 15.29 Nombres 21.16 Josué 18.25 2 Chroniques 16.4 1 Rois 15.20
15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.
2 Rois 19.32 Jérémie 32.24 2 Rois 15.29 1 Rois 15.20 Jérémie 33.4
16 καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν.
2 Samuel 14.2 1 Samuel 25.32-25.33 Ecclésiaste 9.14-9.18 1 Samuel 25.3
17 καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν ἡ γυνή εἰ σὺ εἶ Ιωαβ ὁ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν Ιωαβ ἀκούω ἐγώ εἰμι.
2 Samuel 14.12 1 Samuel 25.24
18 καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον.
Deutéronome 20.10-20.11
19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου.
1 Samuel 26.19 2 Samuel 21.3 2 Samuel 17.16 1 Timothée 2.2 Exode 19.5-19.6
20 καὶ ἀπεκρίθη Ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ.
Jérémie 17.9 2 Samuel 23.17 Job 22.18 2 Samuel 20.10 Proverbes 28.13
21 οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
2 Samuel 17.2-17.3 1 Samuel 26.9 1 Samuel 24.6 Jérémie 50.19 Jérémie 4.15
22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα.
Ecclésiaste 7.19 2 Samuel 20.1 Ecclésiaste 9.13-9.18 2 Samuel 18.16 2 Samuel 20.16
23 καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ Χερεθθι καὶ ἐπὶ τοῦ Φελεθθι.
2 Samuel 8.16-8.18 1 Rois 4.3-4.6 1 Chroniques 18.15-18.17
24 καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων.
1 Rois 4.3 1 Rois 12.18 1 Rois 4.6
25 καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς.
2 Samuel 8.17 1 Rois 4.4 1 Chroniques 18.16
26 καί γε Ιρας ὁ Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ.
2 Samuel 23.38 Exode 2.14 Juges 10.4-10.5 2 Samuel 8.18 Exode 24.11

Cette Bible est dans le domaine public.