Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 12.40
SBL Greek New Testament


1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν· Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν⸃, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.Esaïe 5.1-5.4 Marc 4.2 Marc 13.34 Cantique 8.11-8.12 Matthieu 25.14
2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος·Michée 7.1 Jérémie 25.4-25.5 Zacharie 1.3-1.6 Hébreux 1.1 Jean 15.1-15.8
3 ⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.Hébreux 11.36-11.37 Néhémie 9.26 Actes 7.52 2 Chroniques 36.16 1 Thessaloniciens 2.15
4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν. 5 ⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες⸃.Matthieu 22.6 Néhémie 9.30 Matthieu 21.35-21.36 Jérémie 7.25-7.28 Matthieu 23.37
6 ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃ αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.Hébreux 1.1-1.2 Matthieu 3.17 Matthieu 26.63 Jean 1.18 Marc 9.7
7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.Actes 5.28 Genèse 3.15 Actes 2.23 Genèse 37.20 Actes 7.52
8 καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος.Hébreux 13.11-13.13 Matthieu 21.39 Luc 20.15 Matthieu 21.33
9 ⸀τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.Matthieu 21.43 Luc 19.27 Esaïe 32.15-32.16 Matthieu 8.11-8.13 Matthieu 21.40-21.41
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·Psaumes 118.22-118.23 Matthieu 21.16 Esaïe 28.16 Matthieu 12.3 Luc 20.17-20.18
11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;Actes 2.32-2.36 Actes 3.12-3.16 1 Timothée 3.16 Nombres 23.23 Actes 13.40-13.41
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.Marc 11.18 Jean 7.44 Jean 7.30 Matthieu 22.22 Marc 11.32
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.Marc 3.6 Luc 11.54 Luc 20.20-20.26 Marc 8.15 Matthieu 16.6
14 ⸀καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι⸃ ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;2 Corinthiens 5.16 Jérémie 42.20 Psaumes 12.2-12.4 Jean 7.18 Luc 20.22
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.Apocalypse 2.23 Luc 20.23 Marc 10.2 Hébreux 4.13 Jean 21.17
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος.Apocalypse 3.12 Luc 20.24-20.26 2 Timothée 2.19 Matthieu 22.19-22.22
17 ⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν ⸀αὐτοῖς· ⸂Τὰ Καίσαρος ἀπόδοτε⸃ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον ἐπ’ αὐτῷ.Romains 13.7 Romains 12.1 Malachie 1.6 Actes 4.19-4.20 Matthieu 17.25-17.27
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων αὐτὸν λέγοντες·Actes 4.1-4.2 Matthieu 22.23-22.33 1 Corinthiens 15.13-15.18 Actes 23.6-23.9 2 Timothée 2.18
19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον⸃, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.Ruth 4.5 Deutéronome 25.5-25.10 Ruth 1.11-1.13 Genèse 38.8
20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·Luc 20.29-20.33 Matthieu 22.25-22.28
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν⸃ σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ ⸂οἱ ἑπτὰ⸃ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃. 23 ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν⸃ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 ⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς⸃· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;Jean 20.9 2 Timothée 3.15-3.17 Esaïe 25.8 Matthieu 22.29 Osée 6.2
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ⸀ἄγγελοι ἐν τοῖς οὐρανοῖς·Hébreux 12.22-12.23 1 Corinthiens 15.42-15.54 Matthieu 22.30 Luc 20.35-20.36 1 Jean 3.2
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ⸃ θεὸς Ἰακώβ;Luc 20.37 Genèse 28.13 Genèse 32.9 Actes 7.30-7.32 Genèse 17.7-17.8
27 οὐκ ἔστιν ⸀θεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων· ⸀πολὺ πλανᾶσθε.Romains 14.9 Romains 4.17 Proverbes 19.27 Hébreux 3.10 Marc 12.24
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς⸃, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων⸃;Matthieu 22.34-22.40 Luc 20.39 Luc 10.25-10.28 Matthieu 19.18 Luc 11.42
29 ⸂ἀπεκρίθη ὁ Ἰησοῦς⸃ ὅτι Πρώτη ⸀ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,Deutéronome 6.4 1 Corinthiens 8.4 Galates 3.20 Jacques 2.19 Jude 1.25
30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου.Deutéronome 6.5
31 ⸀δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.Galates 5.14 Romains 13.8-13.9 Matthieu 19.18-19.19 Lévitique 19.18 1 Jean 4.21
32 ⸀καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·Esaïe 45.18 Esaïe 46.9 Esaïe 45.14 Deutéronome 4.39 Esaïe 44.8
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.Osée 6.6 1 Samuel 15.22 Michée 6.6-6.8 Matthieu 12.7 Matthieu 9.13
34 καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.Matthieu 22.46 Luc 20.40 Colossiens 4.6 Tite 1.9-1.11 Job 32.15-32.16
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν⸃;Luc 20.41-20.44 Matthieu 26.55 Matthieu 9.27 Marc 11.27 Jean 18.20
36 ⸀αὐτὸς Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ⸃ ἁγίῳ· ⸀Εἶπεν ⸀κύριος τῷ κυρίῳ μου· ⸀Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου.Psaumes 110.1 1 Corinthiens 15.25 Hébreux 1.13 Hébreux 10.12-10.13 Actes 2.34-2.36
37 ⸀αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός⸃; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.Romains 1.3-1.4 Jacques 2.5 Luc 19.48 Romains 9.5 Matthieu 11.25
38 Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν⸃· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖςLuc 11.43 Luc 20.45-20.47 Matthieu 23.1-23.7 3 Jean 1.9 Marc 4.2
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,Jacques 2.2-2.3
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.Luc 20.47 Matthieu 23.13 Matthieu 6.7 Matthieu 23.33 2 Timothée 3.6
41 Καὶ ⸀καθίσας ⸀κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·Jean 8.20 2 Rois 12.9 Luc 21.1-21.4 Matthieu 27.6
42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·2 Corinthiens 8.2 2 Corinthiens 9.6-9.8 2 Corinthiens 8.12 Exode 35.21-35.29 Actes 11.29
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.Luc 8.43 Luc 21.2-21.4 Néhémie 7.70-7.72 1 Chroniques 29.2-29.17 1 Jean 3.17

© 2010 by the Society of Biblical Literature and Logos Bible Software