Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 1     

Exode 1
Septante


Sortie d’Égypte des Israélites

Esclavage d’Israël en Égypte

1 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν.
Genèse 35.23-35.26 Genèse 46.8-46.26 1 Chroniques 2.1-2.2 Genèse 35.18 1 Chroniques 12.23-12.40
2 Ρουβην Συμεων Λευι Ιουδας.
Genèse 35.22
3 Ισσαχαρ Ζαβουλων καὶ Βενιαμιν.
Exode 28.20 Genèse 35.23
4 Δαν καὶ Νεφθαλι Γαδ καὶ Ασηρ.
5 Ιωσηφ δὲ ἦν ἐν Αἰγύπτῳ ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα.
Deutéronome 10.22 Genèse 46.26-46.27 Juges 8.30 Exode 1.20
6 ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.
Genèse 50.26 Actes 7.14-7.16 Genèse 50.24
7 οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς.
Genèse 46.3 Deutéronome 26.5 Genèse 47.27 Genèse 35.11 Genèse 12.2
8 ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ιωσηφ.
Actes 7.18 Ecclésiaste 2.18-2.19 Ecclésiaste 9.15
9 εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ἰδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς.
Psaumes 105.24-105.25 Jacques 3.14-3.16 Proverbes 27.4 Proverbes 14.28 Tite 3.3
10 δεῦτε οὖν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθῇ καί ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
Actes 7.19 Psaumes 83.3-83.4 Psaumes 105.25 Proverbes 21.30 Job 5.13
11 καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων ἥ ἐστιν Ἡλίου πόλις.
Exode 3.7 Exode 2.11 Genèse 15.13 Genèse 47.11 Psaumes 81.6
12 καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ.
Hébreux 12.6-12.11 Job 5.2 Romains 8.28 Proverbes 21.30 Proverbes 27.4
13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ.
Deutéronome 4.20
14 καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις κατὰ πάντα τὰ ἔργα ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.
Exode 2.23 Actes 7.19 Nombres 20.15 Exode 6.9 Psaumes 81.6
15 καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Εβραίων τῇ μιᾷ αὐτῶν ᾗ ὄνομα Σεπφωρα καὶ τὸ ὄνομα τῆς δευτέρας Φουα.
16 καὶ εἶπεν ὅταν μαιοῦσθε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν ἐὰν μὲν ἄρσεν ᾖ ἀποκτείνατε αὐτό ἐὰν δὲ θῆλυ περιποιεῖσθε αὐτό.
Exode 1.22 Apocalypse 12.4 Matthieu 21.38
17 ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα.
Actes 5.29 Proverbes 16.6 Daniel 3.16-3.18 Daniel 6.13 Exode 1.21
18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα.
Ecclésiaste 8.4 2 Samuel 13.28
19 εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον.
2 Samuel 17.19-17.20 Josué 2.4-2.24 1 Samuel 21.2
20 εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς μαίαις καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα.
Ecclésiaste 8.12 Proverbes 11.18 Exode 1.12 Esaïe 3.10 Hébreux 6.10
21 ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας.
1 Rois 11.38 1 Samuel 2.35 1 Rois 2.24 2 Samuel 7.27-7.29 Psaumes 127.1
22 συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Εβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό.
Actes 7.19 Exode 7.19-7.21 Genèse 41.1 Proverbes 1.16 Proverbes 4.16

Cette Bible est dans le domaine public.