Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 2
SBL Greek New Testament


1 Καὶ ⸀εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ⸀ἡμερῶν ἠκούσθη ὅτι ⸂ἐν οἴκῳ⸃ ἐστίν· Matthieu 9.1 Luc 18.35-18.38 Marc 1.45 Jean 4.47 Marc 7.24
2 ⸀καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Marc 1.45 Marc 2.13 Luc 12.1 Marc 6.34 Luc 8.1
3 καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν⸃ αἰρόμενον ὑπὸ τεσσάρων. Luc 5.18-5.26 Matthieu 9.1-9.8 Matthieu 4.24
4 καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο. Luc 5.19 Deutéronome 22.8
5 ⸂καὶ ἰδὼν⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι. Matthieu 9.2 Jacques 5.15 Matthieu 9.22 Jean 5.14 Luc 5.20
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Luc 5.21-5.22 Matthieu 16.7-16.8 2 Corinthiens 10.5 Marc 8.17
7 Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; Esaïe 43.25 Luc 7.49 Jean 10.36 Jean 10.33 Luc 5.21
8 καὶ ⸀εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Proverbes 24.9 Psaumes 139.2 Luc 6.8 Actes 5.3 Luc 7.39-7.40
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει; Matthieu 9.5 Luc 5.22-5.25
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ· Daniel 7.13-7.14 1 Timothée 1.13-1.16 Matthieu 16.13 Actes 5.31 Matthieu 9.6-9.8
11 Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Jean 5.8-5.10 Marc 1.41 Jean 6.63
12 καὶ ἠγέρθη ⸂καὶ εὐθὺς⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε⸃ εἴδομεν. Matthieu 9.33 Matthieu 9.8 Luc 7.16 Matthieu 15.31 Marc 1.27
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. Marc 1.45 Marc 4.1 Luc 19.48 Marc 3.7-3.8 Proverbes 1.20-1.22
14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Marc 3.18 Luc 5.27-5.32 Actes 1.13 Luc 6.15 Matthieu 4.19-4.22
15 Καὶ ⸀γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουν αὐτῷ. Luc 15.1 Luc 5.29-5.30 Luc 6.17 Matthieu 9.10-9.11 Matthieu 21.31-21.32
16 καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων⸃ ⸀ἰδόντες ⸂ὅτι ἐσθίει⸃ μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν⸃ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι μετὰ τῶν ⸂τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ⸀ἐσθίει; Luc 18.11 Luc 19.7 Esaïe 65.5 Actes 23.9 Matthieu 9.11
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς. Luc 5.31-5.32 Matthieu 9.12-9.13 Luc 19.10 Luc 15.7 1 Timothée 1.15-1.16
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; Matthieu 6.18 Luc 18.12 Matthieu 6.16 Matthieu 9.14-9.17 Romains 10.3
19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν⸃ οὐ δύνανται νηστεύειν· Genèse 29.22 Matthieu 25.1-25.10 Juges 14.10-14.11 Psaumes 45.14 Cantique 6.8
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ⸃. Esaïe 54.5 Luc 17.22 Jean 7.33-7.34 Actes 3.21 2 Corinthiens 11.27
21 ⸀Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ⸂ἱμάτιον παλαιόν⸃· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸀ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. Matthieu 9.16 Esaïe 57.16 Psaumes 103.13-103.15 1 Corinthiens 10.13
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήξει ὁ οἶνος⸃ τοὺς ἀσκούς, καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί⸃. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ⸀καινούς. Luc 5.37-5.38 Matthieu 9.17 Josué 9.4 Josué 9.13 Psaumes 119.83
23 Καὶ ἐγένετο ⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι⸃ διὰ τῶν σπορίμων, καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο⸃ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Luc 6.1-6.5 Matthieu 12.1-12.8 Deutéronome 23.24-23.25
24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; Exode 20.10 Matthieu 15.2-15.3 Esaïe 58.13 Esaïe 56.4 Marc 2.16
25 καὶ ⸀λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 1 Samuel 21.3-21.6 Matthieu 21.16 Luc 10.26 Matthieu 19.4 Matthieu 21.42
26 ⸀πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοὺς ἱερεῖς⸃, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 2 Samuel 8.17 Lévitique 24.5-24.9 1 Samuel 21.1 1 Chroniques 24.6 1 Samuel 23.6
27 καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· Colossiens 2.16 Deutéronome 5.14 Exode 23.12 Luc 6.9 Esaïe 58.13
28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Apocalypse 1.10 Matthieu 12.8 Jean 5.17 Jean 9.14 Luc 6.5

© 2010 by the Society of Biblical Literature and Logos Bible Software