Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΛΟΥΚΑΝ 20.30
SBL Greek New Testament


1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ⸀ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ⸀ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,Luc 19.47-19.48 Marc 11.27-11.33 Actes 4.1 Actes 6.12 Matthieu 21.23-21.27
2 καὶ εἶπαν ⸂λέγοντες πρὸς αὐτόν⸃· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;Jean 2.18 Actes 7.27 Exode 2.14 Marc 11.28-11.33 Matthieu 21.23-21.27
3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς ⸀κἀγὼ λόγον, καὶ εἴπατέ μοι·Matthieu 15.2-15.3 Colossiens 4.6 Luc 22.68
4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;Luc 15.18 Luc 7.28-7.35 Jean 1.19-1.28 Matthieu 21.25-21.32 Matthieu 11.7-11.19
5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;Jean 1.30 Jean 3.36 Jean 5.33-5.35 Jean 1.15-1.18 Jean 1.34
6 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ⸂ὁ λαὸς ἅπας⸃ καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι·Matthieu 21.26 Matthieu 11.9 Matthieu 14.5 Luc 1.76 Luc 7.26-7.29
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.Esaïe 41.28 Esaïe 6.9-6.10 Zacharie 11.17 Jérémie 8.7-8.9 Esaïe 44.18
8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.Luc 22.68 Matthieu 16.4 Proverbes 26.4-26.5 Marc 11.33 Matthieu 15.14
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ⸀Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.Matthieu 21.33-21.46 Marc 12.1-12.12 Cantique 8.11-8.12 Esaïe 5.1-5.7 Deutéronome 17.8-17.15
10 ⸀καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ⸀δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ⸂ἐξαπέστειλαν αὐτὸν δείραντες⸃ κενόν.2 Chroniques 36.15-36.16 Matthieu 21.34-21.36 Néhémie 9.26 2 Chroniques 16.10 Osée 6.4-6.6
11 καὶ προσέθετο ⸂ἕτερον πέμψαι⸃ δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.1 Thessaloniciens 2.2 Hébreux 11.36-11.37 Matthieu 23.30-23.37 Actes 7.52 Osée 10.1
12 καὶ προσέθετο ⸂τρίτον πέμψαι⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον ἐντραπήσονται.Matthieu 3.17 Jean 3.16-3.17 Jérémie 36.7 Jérémie 36.3 Galates 4.4
14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·Romains 8.17 Hébreux 1.2 Luc 20.19 Psaumes 2.1-2.6 Matthieu 21.25
15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;Hébreux 13.12 Matthieu 21.37-21.40 Marc 12.6-12.9
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο.Luc 19.27 Matthieu 21.41 Actes 13.46 Psaumes 21.8-21.10 Psaumes 2.8-2.9
17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;Psaumes 118.22 Actes 4.11 Esaïe 28.16 Marc 3.5 Luc 19.41
18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.Esaïe 8.14-8.15 Daniel 2.34-2.35 Daniel 2.44-2.45 Matthieu 21.44 1 Thessaloniciens 2.16
19 καὶ ἐζήτησαν οἱ ⸂γραμματεῖς καὶ οἱ ἀρχιερεῖς⸃ ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν ⸂τὸν λαόν⸃, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς ⸂εἶπεν τὴν παραβολὴν ταύτην⸃.Luc 19.47-19.48 Marc 12.12 Luc 20.14 Matthieu 21.45-21.46 Matthieu 26.3-26.4
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ⸀ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.Matthieu 27.2 Luc 20.26 Psaumes 37.32-37.33 Jérémie 18.18 Jean 18.28-18.32
21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·Matthieu 22.16 1 Thessaloniciens 2.4-2.5 Actes 10.34-10.35 Jean 3.2 2 Corinthiens 2.17
22 ἔξεστιν ⸀ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;Marc 12.14-12.17 Deutéronome 17.15 Matthieu 22.17-22.21 Esdras 4.19-4.22 Actes 5.37
23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς ⸀αὐτούς·1 Corinthiens 3.19 Luc 11.53-11.54 Luc 5.22 Luc 11.16-11.17 Matthieu 16.1
24 ⸀Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ⸀ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος.Matthieu 18.28 Luc 2.1 Philippiens 4.22 Actes 25.8-25.12 Luc 23.2
25 ὁ δὲ εἶπεν ⸂πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε⸃ τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.Matthieu 22.21 1 Corinthiens 10.31 Romains 13.6-13.7 Proverbes 24.21 Matthieu 17.27
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι ⸀τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.Luc 20.20 2 Timothée 3.8-3.9 Romains 3.19 Luc 20.39-20.40 Job 5.12-5.13
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ⸀ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸνActes 5.17 Matthieu 16.1 Matthieu 22.23-22.33 Marc 12.18-12.27 1 Corinthiens 15.12
28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ⸀ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.Deutéronome 25.5-25.10 Genèse 38.26 Genèse 38.11 Ruth 1.11-1.12 Genèse 38.8
29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·Jérémie 22.30 Lévitique 20.20
30 καὶ ⸂ὁ δεύτερος⸃ 31 καὶ ὁ τρίτος ἔλαβεν ⸀αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃.Hébreux 9.27 Juges 2.10 Ecclésiaste 9.5 Ecclésiaste 1.4
33 ⸂ἡ γυνὴ οὖν ἐν τῇ⸃ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.Matthieu 22.24-22.28 Marc 12.19-12.23
34 ⸀Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ⸀γαμίσκονται,Luc 16.8 Luc 17.27 Ephésiens 5.31 1 Corinthiens 7.2-7.16 Hébreux 13.4
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται·Daniel 12.2-12.3 2 Thessaloniciens 1.5 Actes 5.41 Jean 5.29 Matthieu 12.32
36 ⸀οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί ⸀εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.Matthieu 22.30 Apocalypse 21.4 Romains 8.17-8.23 Philippiens 3.21 1 Corinthiens 15.52-15.54
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ ⸀καὶ θεὸν Ἰσαὰκ ⸁καὶ θεὸν Ἰακώβ·Exode 3.2-3.6 Genèse 17.7 Deutéronome 33.16 Genèse 28.21 Actes 7.30-7.32
38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.Jean 11.25-11.26 Colossiens 3.3-3.4 Romains 6.10-6.11 Jean 14.19 Psaumes 22.23-22.26
39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας·Actes 23.9 Matthieu 22.34-22.40 Marc 12.28-12.34
40 οὐκέτι ⸀γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.Matthieu 22.46 Marc 12.34 Proverbes 26.5
41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν ⸂εἶναι Δαυὶδ υἱόν⸃;Marc 12.35-12.37 Matthieu 1.1 Actes 2.30 Esaïe 9.6-9.7 Jérémie 33.15-33.16
42 ⸂αὐτὸς γὰρ⸃ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· ⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μουPsaumes 110.1 1 Corinthiens 15.25 Actes 2.34-2.35 Hébreux 1.13 Matthieu 22.43-22.45
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Psaumes 110.1 Psaumes 2.1-2.9 Psaumes 21.8-21.12 Apocalypse 19.14-19.21 Luc 19.27
44 Δαυὶδ οὖν ⸂αὐτὸν κύριον⸃ καλεῖ, καὶ πῶς ⸂αὐτοῦ υἱός⸃ ἐστιν;Apocalypse 22.16 Matthieu 1.23 Galates 4.4 Romains 9.5 Luc 2.11
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς ⸀μαθηταῖς·Matthieu 23.5-23.7 Matthieu 15.10 Marc 8.34 1 Timothée 5.20 Marc 12.38-12.39
46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,Luc 11.43 Luc 14.7 Matthieu 16.6 Marc 12.38-12.39 Philippiens 2.3-2.5
47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.Marc 12.40 Jérémie 7.6-7.10 2 Timothée 3.2-3.6 Michée 2.8 Matthieu 23.13

© 2010 by the Society of Biblical Literature and Logos Bible Software