Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Lévitique 22.28     

Lévitique 22.28
Septante


1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
2 εἰπὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος.
Lévitique 18.21 Deutéronome 15.19 Nombres 18.32 Exode 28.38 Lévitique 22.32
3 εἰπὸν αὐτοῖς εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ’ ἐμοῦ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
Lévitique 7.20-7.21 Matthieu 25.41 2 Thessaloniciens 1.9 Exode 33.14-33.15 Nombres 19.13
4 καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής τῶν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθῇ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος.
Lévitique 15.2-15.3 Lévitique 15.13-15.16 Lévitique 21.1 Lévitique 11.39 Lévitique 13.44-13.46
5 ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου ὃ μιανεῖ αὐτόν ἢ ἐπ’ ἀνθρώπῳ ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ.
Lévitique 15.7 Lévitique 11.43-11.44 Lévitique 15.19 Lévitique 11.24-11.28
6 ψυχή ἥτις ἂν ἅψηται αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι.
Lévitique 15.5 Hébreux 10.22 Lévitique 16.24-16.28 1 Corinthiens 6.11 Lévitique 11.24-11.25
7 καὶ δύῃ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τῶν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτοῦ.
Lévitique 21.22 Deutéronome 18.3-18.4 Nombres 18.11-18.19 1 Corinthiens 9.4 1 Corinthiens 9.13-9.14
8 θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται μιανθῆναι αὐτὸν ἐν αὐτοῖς ἐγὼ κύριος.
Lévitique 17.15 Exode 22.31 Deutéronome 14.21 Lévitique 7.24 Ezéchiel 44.31
9 καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι’ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι’ αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς.
Exode 28.43 Nombres 18.22 Lévitique 16.2 Nombres 18.32 Lévitique 10.1-10.2
10 καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια.
1 Samuel 21.6 Matthieu 12.4 Exode 29.33
11 ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ.
Genèse 17.13 Exode 12.44 Nombres 18.11-18.13
12 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται.
Lévitique 21.3 Esaïe 40.13
13 καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἦν αὐτῇ ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ’ αὐτῶν.
Lévitique 10.14 Genèse 38.11 Nombres 18.11-18.19
14 καὶ ἄνθρωπος ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ’ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον.
Lévitique 27.15 Lévitique 27.13 Lévitique 5.15-5.19
15 καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ.
Nombres 18.32 Lévitique 19.8 Ezéchiel 22.26 Lévitique 22.9
16 καὶ ἐπάξουσιν ἐφ’ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς.
Lévitique 22.9 1 Pierre 2.24 Lévitique 20.8 Lévitique 7.18 Esaïe 53.11-53.12

Règlements concernant les victimes

17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
18 λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα.
Nombres 15.3 Lévitique 1.2 Deutéronome 12.6 Lévitique 1.10 Jonas 2.9
19 δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν.
Lévitique 1.3 Lévitique 1.10 Matthieu 27.4 Luc 23.14 Matthieu 27.19
20 πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ οὐ προσάξουσιν κυρίῳ διότι οὐ δεκτὸν ἔσται ὑμῖν.
Deutéronome 17.1 Deutéronome 15.21 Malachie 1.8 Lévitique 22.25 1 Pierre 1.19
21 καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.
Nombres 15.3 Nombres 15.8 Lévitique 3.6 Deutéronome 23.21-23.23 Ecclésiaste 5.4-5.5
22 τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ’ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ.
Lévitique 22.20 Lévitique 1.13 Lévitique 3.5 Malachie 1.8 Lévitique 1.9
23 καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται.
Lévitique 21.18
24 θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε.
Lévitique 22.20 Lévitique 21.20 Deutéronome 23.1
25 καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς μῶμος ἐν αὐτοῖς οὐ δεχθήσεται ταῦτα ὑμῖν.
Lévitique 21.6 Lévitique 21.8 Lévitique 21.21-21.22 Malachie 1.7-1.8 Ephésiens 2.12
26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
27 μόσχον ἢ πρόβατον ἢ αἶγα ὡς ἂν τεχθῇ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα κάρπωμα κυρίῳ.
Exode 22.30 Lévitique 22.25 Lévitique 19.23-19.24 Lévitique 12.2-12.3
28 καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ.
Deutéronome 22.6-22.7 Deutéronome 14.21 Exode 34.26 Exode 23.19
29 ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό.
Psaumes 107.22 Psaumes 116.17 Amos 4.5 Lévitique 7.12-7.15 1 Pierre 2.5
30 αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος.
Exode 16.19-16.20 Lévitique 19.7 Lévitique 7.15-7.18
31 καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς.
Deutéronome 4.40 Lévitique 19.37 Nombres 15.40 1 Thessaloniciens 4.1-4.2 Lévitique 18.4-18.5
32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς.
Lévitique 18.21 Lévitique 10.3 Lévitique 21.8 Lévitique 22.2 Lévitique 20.8
33 ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός ἐγὼ κύριος.
Lévitique 11.45 Exode 6.7 Nombres 15.41 Exode 20.2 Lévitique 25.38

Cette Bible est dans le domaine public.