Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Chroniques 7.15     

2 Chroniques 7.15
Septante


1 καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας καὶ δόξα κυρίου ἔπλησεν τὸν οἶκον.
1 Rois 18.38 Lévitique 9.23-9.24 1 Rois 18.24 1 Chroniques 21.26 Aggée 2.7-2.9
2 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον.
2 Chroniques 5.14 Apocalypse 15.8 Esaïe 6.5 Exode 24.17
3 καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαῖνον τὸ πῦρ καὶ ἡ δόξα κυρίου ἐπὶ τὸν οἶκον καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
2 Chroniques 5.13 2 Chroniques 20.21 Hébreux 7.24-7.25 Esaïe 63.7 Lévitique 9.24
4 καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι κυρίου.
1 Rois 8.62-8.63
5 καὶ ἐθυσίασεν Σαλωμων τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἶκον τοῦ θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός.
Jean 10.22 2 Chroniques 5.6 2 Chroniques 15.11 2 Chroniques 1.6 Esdras 6.16-6.17
6 καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν κυρίου τοῦ Δαυιδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτῶν καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν καὶ πᾶς Ισραηλ ἑστηκώς.
2 Chroniques 5.12 1 Chroniques 15.16-15.21 2 Chroniques 7.3 Psaumes 118.1-118.4 1 Chroniques 25.1-25.7
7 καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ κυρίου ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν Σαλωμων οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα.
1 Rois 8.64-8.66 2 Chroniques 36.14 Hébreux 13.10-13.12 2 Chroniques 4.1 Nombres 16.37-16.38
8 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αιμαθ καὶ ἕως χειμάρρου Αἰγύπτου.
Genèse 15.18 1 Rois 8.65 Zacharie 14.16-14.19 2 Chroniques 30.13 Lévitique 23.34-23.43
9 καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν.
Lévitique 23.36 Deutéronome 16.8 Néhémie 8.18 2 Chroniques 30.23 Joël 1.14
10 καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν κύριος τῷ Δαυιδ καὶ τῷ Σαλωμων καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.
1 Rois 8.66 Néhémie 8.10 Deutéronome 16.11 2 Chroniques 30.26 Deutéronome 12.18

Nouvelle apparition de l’Éternel à Salomon

11 καὶ συνετέλεσεν Σαλωμων τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντα ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμων τοῦ ποιῆσαι ἐν οἴκῳ κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ εὐοδώθη.
1 Rois 9.1-9.9 2 Chroniques 2.1 Ecclésiaste 2.4 Ecclésiaste 2.10-2.11
12 καὶ ὤφθη ὁ θεὸς τῷ Σαλωμων τὴν νύκτα καὶ εἶπεν αὐτῷ ἤκουσα τῆς προσευχῆς σου καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.
1 Rois 9.2 Deutéronome 12.11 Actes 10.31 Psaumes 10.17 2 Chroniques 7.16
13 ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου.
2 Chroniques 6.26-6.28 Ezéchiel 14.19-14.21 Exode 10.4-10.6 Apocalypse 11.6 Nombres 16.46-16.47
14 καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφ’ οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ’ αὐτούς καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
Jacques 4.9-4.10 2 Chroniques 6.37-6.39 Esaïe 55.6-55.7 Lamentations 3.40-3.41 Proverbes 28.13
15 νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.
2 Chroniques 6.40 2 Chroniques 6.20 Psaumes 65.2 Néhémie 1.6 Deutéronome 11.12
16 καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.
2 Chroniques 7.12 1 Rois 8.35 2 Rois 21.7-21.8 Colossiens 2.9 Deutéronome 12.21
17 καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυιδ ὁ πατήρ σου καὶ ποιήσῃς κατὰ πάντα ἃ ἐνετειλάμην σοι καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ.
Zacharie 3.7 Deutéronome 28.1-28.14 1 Rois 11.38 Psaumes 105.45 Deutéronome 4.40
18 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ὡς διεθέμην Δαυιδ τῷ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ.
2 Chroniques 6.16 Jérémie 33.20-33.21 Psaumes 132.11-132.12 1 Rois 9.5 Jérémie 33.25-33.26
19 καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμῶν καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.
Deutéronome 28.15 Lévitique 26.14 1 Samuel 12.25 1 Chroniques 28.9 Lévitique 26.33-26.46
20 καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔθνεσιν.
Deutéronome 28.37 Jérémie 24.9 1 Rois 9.7 2 Rois 17.20 Jérémie 45.4
21 καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ χάριν τίνος ἐποίησεν κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ.
Jérémie 22.8-22.9 Jérémie 50.13 1 Rois 9.8-9.9 Deutéronome 29.24-29.28 Jérémie 19.8
22 καὶ ἐροῦσιν διότι ἐγκατέλιπον κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἀντελάβοντο θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς διὰ τοῦτο ἐπήγαγεν ἐπ’ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην.
Juges 2.12-2.13 Daniel 9.12 Lamentations 2.16-2.17 Ezéchiel 36.17-36.20 2 Chroniques 36.17

Cette Bible est dans le domaine public.