Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Nombres 5.13     

Nombres 5.13
Septante


Lois sur la pureté, le vol, la jalousie conjugale

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
2 πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.
Lévitique 21.1 Lévitique 13.46 Nombres 12.14 Nombres 9.6-9.10 Nombres 31.19
3 ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
Lévitique 26.11-26.12 Deutéronome 23.14 Esaïe 12.6 Apocalypse 21.27 Apocalypse 21.3
4 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ.
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
6 λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη.
Lévitique 5.14-6.7 Lévitique 5.1-5.4
7 ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ’ αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ.
Lévitique 5.5 Lévitique 26.40 Josué 7.19 Luc 19.8 Proverbes 28.13
8 ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ δι’ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.
Lévitique 6.6-6.7 Lévitique 7.7 Lévitique 25.25-25.26
9 καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ αὐτῷ ἔσται.
Deutéronome 18.3-18.4 Lévitique 6.17-6.18 Exode 29.28 Nombres 18.19 Lévitique 7.6-7.14
10 καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ αὐτῷ ἔσται.
Lévitique 10.13
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
12 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα.
Nombres 5.19-5.20 Proverbes 2.16-2.17
13 καὶ κοιμηθῇ τις μετ’ αὐτῆς κοίτην σπέρματος καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ αὐτὴ δὲ ᾖ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ’ αὐτῆς καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη.
Lévitique 18.20 Lévitique 20.10 Proverbes 30.20 Proverbes 7.18-7.19
14 καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μεμίανται ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ αὐτὴ δὲ μὴ ᾖ μεμιαμμένη.
Proverbes 6.34 Cantique 8.6 Nombres 5.30 1 Corinthiens 10.22 Sophonie 3.8
15 καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν.
Ezéchiel 29.16 1 Rois 17.18 Lévitique 5.11 Hébreux 10.3 Osée 3.2
16 καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου.
Jérémie 17.10 Lévitique 1.3 Apocalypse 2.22-2.23 Hébreux 13.4
17 καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ.
Job 2.12 Exode 30.18 Jean 8.8 Nombres 19.2-19.9 Jérémie 17.13
18 καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου τὴν θυσίαν τῆς ζηλοτυπίας ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
Nombres 5.15 Proverbes 5.4 Deutéronome 29.18 Nombres 5.22 1 Samuel 15.32
19 καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
Matthieu 26.63 Romains 7.2 Nombres 5.12
20 εἰ δὲ σὺ παραβέβηκας ὑπ’ ἀνδρὸς οὖσα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου.
Nombres 5.12
21 καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί δῴη κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην.
Néhémie 10.29 Josué 6.26 1 Samuel 14.24 Jérémie 29.22 Matthieu 26.74
22 καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου καὶ ἐρεῖ ἡ γυνή γένοιτο γένοιτο.
Psaumes 109.18 Deutéronome 27.15-27.26 Job 31.21-31.22 Jean 3.11 Nombres 5.27
23 καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου.
Jérémie 51.60-51.64 Psaumes 51.9 1 Corinthiens 16.21-16.22 Exode 17.14 2 Chroniques 34.24
24 καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.
Malachie 3.5 Zacharie 5.3-5.4
25 καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον.
Lévitique 8.27 Nombres 5.18 Nombres 5.15 Exode 29.24
26 καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.
Lévitique 2.9 Lévitique 2.2 Lévitique 5.12 Lévitique 6.15
27 καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς.
Jérémie 29.18 Jérémie 42.18 Zacharie 8.13 Jérémie 44.12 Esaïe 65.15
28 ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.
Michée 7.7-7.10 1 Pierre 1.7 Psaumes 113.9 Nombres 5.19 2 Corinthiens 4.17
29 οὗτος ὁ νόμος τῆς ζηλοτυπίας ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὑπ’ ἀνδρὸς οὖσα καὶ μιανθῇ.
Nombres 5.19 Nombres 5.12 Lévitique 11.46 Esaïe 5.7-5.8 Lévitique 13.59
30 ἢ ἄνθρωπος ᾧ ἐὰν ἐπέλθῃ ἐπ’ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι κυρίου καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον.
31 καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.
Lévitique 20.10 Romains 2.8-2.9 Nombres 9.13 Ezéchiel 18.4 Psaumes 37.6

Cette Bible est dans le domaine public.