Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Rois 17.11     

1 Rois 17.11
Septante


Famine annoncée par Élie

1 καὶ εἶπεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
Jacques 5.17 Luc 1.17 1 Rois 22.14 2 Rois 3.14 Luc 4.25-4.26
2 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου.
Osée 1.1-1.2 Jérémie 7.1 Jérémie 11.1 Jérémie 18.1 1 Chroniques 17.3
3 πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορραθ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου.
Psaumes 83.3 Jean 8.59 Actes 17.14 Jérémie 36.19 Psaumes 31.20
4 καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
Psaumes 147.9 1 Rois 17.9 1 Rois 19.5-19.8 Nombres 20.8 Matthieu 4.11
5 καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορραθ ἐπὶ προσώπου τοῦ Ιορδάνου.
Proverbes 3.5 Jean 15.14 1 Rois 19.9 Matthieu 16.24
6 καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
Habakuk 3.17-3.18 Psaumes 37.3 Luc 22.35 Psaumes 34.9-34.10 Jérémie 40.4
7 καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
Esaïe 54.10 Esaïe 40.30-40.31
8 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου.
Hébreux 13.6 Esaïe 41.17 1 Rois 17.2 Genèse 22.14
9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
Abdias 1.20 Luc 4.26 1 Rois 17.4 Matthieu 15.21-15.22 Juges 7.2
10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
Jean 4.7 Genèse 24.17 Hébreux 11.37 Genèse 21.15 2 Corinthiens 11.27
11 καὶ ἐπορεύθη λαβεῖν καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου.
Hébreux 13.2 Matthieu 25.35-25.40 Genèse 18.5 1 Rois 17.9 1 Rois 18.4
12 καὶ εἶπεν ἡ γυνή ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
1 Rois 17.1 2 Rois 4.2-4.7 Genèse 21.16 Joël 1.15-1.16 Lamentations 4.9
13 καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ’ ἐσχάτου.
Actes 27.24 Matthieu 6.33 Esaïe 41.10 Exode 14.13 2 Chroniques 20.17
14 ὅτι τάδε λέγει κύριος ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
2 Rois 3.16 2 Rois 7.1 1 Rois 17.4 2 Rois 4.42-4.44 2 Rois 9.6
15 καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
Jean 11.40 2 Chroniques 20.20 Genèse 12.4 Hébreux 11.7-11.8 Hébreux 11.17
16 καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου.
Luc 1.37 Matthieu 9.28-9.30 1 Rois 16.12 Jean 4.50-4.51 1 Rois 13.5
17 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
Jean 11.14 Jacques 1.12 Jean 11.3-11.4 Psaumes 104.29 1 Pierre 4.12
18 καὶ εἶπεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε τοῦ θεοῦ εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου.
Luc 5.8 Luc 4.34 2 Rois 3.13 Jean 2.4 2 Samuel 16.10
19 καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ.
2 Rois 4.32 2 Rois 4.10 2 Rois 4.21 Actes 9.37
20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν οἴμμοι κύριε ὁ μάρτυς τῆς χήρας μεθ’ ἧς ἐγὼ κατοικῶ μετ’ αὐτῆς σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
Jacques 5.15-5.18 Psaumes 73.13-73.14 Genèse 18.23-18.25 1 Rois 18.36-18.37 Psaumes 99.6
21 καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
Actes 20.10 2 Rois 4.33-4.35 Actes 9.40 Hébreux 11.19 Actes 10.10
22 καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον.
Hébreux 11.35 Luc 8.54 Deutéronome 32.39 Jean 11.43 2 Rois 13.21
23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Ηλιου βλέπε ζῇ ὁ υἱός σου.
Luc 7.15 Hébreux 11.35 Actes 9.41 2 Rois 4.36-4.37
24 καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν.
Jean 3.2 Jean 16.30 Jean 2.11 Jean 15.24 1 Jean 2.21

Cette Bible est dans le domaine public.