Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Samuel 12.2     

1 Samuel 12.2
Septante


Avertissements de Samuel

1 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ’ ὑμᾶς βασιλέα.
1 Samuel 10.24 1 Samuel 11.14-11.15 1 Samuel 10.1 1 Samuel 8.5-8.8 1 Samuel 8.19-8.22
2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης.
1 Samuel 8.5 1 Samuel 8.1 1 Samuel 8.20 1 Samuel 8.3 Nombres 27.17
3 ἰδοὺ ἐγώ ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ’ ἐμοῦ καὶ ἀποδώσω ὑμῖν.
1 Samuel 24.6 Nombres 16.15 1 Samuel 10.1 Actes 20.33 Deutéronome 16.19
4 καὶ εἶπαν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.
Daniel 6.4 Psaumes 37.5-37.6 3 Jean 1.12
5 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἶπαν μάρτυς.
Exode 22.4 Actes 23.9 Actes 24.20 Job 31.35-31.40 2 Corinthiens 1.12
6 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.
Michée 6.4 Exode 6.26 Psaumes 78.12-78.72 Psaumes 105.41 Osée 12.13
7 καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν.
Esaïe 1.18 Actes 17.3 Juges 5.11 Michée 6.1-6.5 Ezéchiel 18.25-18.30
8 ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.
Exode 4.14-4.16 Exode 2.23-2.24 Psaumes 44.1-44.3 Josué 3.10-3.13 Exode 14.30-14.31
9 καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοῖς.
Juges 4.2 Juges 3.12 Juges 13.1 Juges 10.7 Deutéronome 32.18
10 καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ δουλεύσομέν σοι.
Juges 2.13 Juges 10.10 Juges 3.9 Juges 10.15-10.16 Juges 3.7
11 καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν καὶ κατῳκεῖτε πεποιθότες.
Juges 6.32 Juges 4.6 Juges 8.29 Juges 6.14 Juges 8.35
12 καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ’ ὑμᾶς καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ ἡμῶν καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
Juges 8.23 1 Samuel 8.5-8.7 1 Samuel 10.19 1 Samuel 11.1-11.2 Juges 9.56-9.57
13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ’ ὑμᾶς βασιλέα.
1 Samuel 10.24 Osée 13.11 1 Samuel 8.5 Actes 13.21 1 Samuel 11.15
14 ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ’ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι.
Josué 24.14 Josué 24.20 Deutéronome 28.1-28.14 Psaumes 81.12-81.15 Lévitique 20.1-20.13
15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
Josué 24.20 Esaïe 1.20 1 Samuel 12.9 Esaïe 3.11 1 Samuel 5.9
16 καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.
Exode 14.13 Exode 14.31 1 Samuel 15.16 1 Samuel 12.7
17 οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα.
Proverbes 26.1 1 Samuel 8.7 1 Samuel 7.9-7.10 Jacques 5.16-5.18 Jérémie 15.1
18 καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ.
Exode 14.31 Esdras 10.9 Exode 9.23-9.25 Psaumes 106.12-106.13 Apocalypse 11.5-11.6
19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα.
Exode 9.28 1 Jean 5.16 Exode 10.17 1 Samuel 12.23 Jacques 5.15
20 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβεῖσθε ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν.
Deutéronome 11.16 Josué 23.6 Exode 20.19-20.20 Psaumes 40.4 Psaumes 101.3
21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται ὅτι οὐθέν εἰσιν.
Habakuk 2.18 Jérémie 16.19 Jérémie 10.15 Esaïe 45.20 Jérémie 14.22
22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν.
Psaumes 106.8 1 Rois 6.13 Josué 7.9 Deutéronome 7.7-7.8 Jérémie 14.21
23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν.
Romains 1.9 Colossiens 1.9 1 Rois 8.36 2 Timothée 1.3 Proverbes 4.11
24 πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ’ ὑμῶν.
Deutéronome 10.21 Esaïe 5.12 Psaumes 126.2-126.3 Hébreux 12.29 Exode 12.13
25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.
Josué 24.20 1 Samuel 31.1-31.5 Osée 10.3 Esaïe 3.11 Deutéronome 28.36

Cette Bible est dans le domaine public.