Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Nombres 32.5     

Nombres 32.5
Septante


1 καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν.
Nombres 21.32 Nombres 32.3 Nombres 32.35 Genèse 29.32 Genèse 30.10-30.11
2 καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες.
3 Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν.
Jérémie 48.34 Esaïe 16.8-16.9 Nombres 32.34-32.38 Josué 13.17 Josué 13.19
4 τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.
Nombres 21.34 Nombres 21.24 Deutéronome 2.24-2.35
5 καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην.
Deutéronome 3.25-3.26 Jérémie 31.2 Josué 7.7 Deutéronome 1.37 Esther 5.2
6 καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ.
2 Samuel 11.11 1 Corinthiens 13.5 Philippiens 2.4
7 καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς.
Actes 21.13 Deutéronome 1.28 Nombres 32.9 Nombres 21.4 Nombres 13.27-14.4
8 οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν.
Josué 14.6-14.7 Deutéronome 1.19-1.25 Nombres 13.2-13.26 Nombres 14.2
9 καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς.
Nombres 13.23-14.10 Deutéronome 1.24-1.28
10 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων.
Nombres 14.11 Hébreux 3.8-3.19 Psaumes 95.11 Deutéronome 1.34-1.40 Ezéchiel 20.15
11 εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου.
Nombres 14.28-14.30 Nombres 26.2 Deutéronome 2.14-2.15 Josué 14.8-14.9 Nombres 26.64-26.65
12 πλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ Ἰησοῦς ὁ τοῦ Ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου.
Deutéronome 1.36 Nombres 14.24 Nombres 14.30 Josué 14.8-14.9 Nombres 26.65
13 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου.
Nombres 14.33-14.35 Deutéronome 2.14-2.15 Hébreux 3.16-3.19 Psaumes 78.33 Nombres 26.64-26.65
14 ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ.
Luc 11.48 Psaumes 78.57 Actes 7.51-7.52 Genèse 5.3 Esdras 9.13-9.14
15 ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.
2 Chroniques 15.2 Jérémie 38.23 Lévitique 26.14-26.18 Romains 14.20-14.21 1 Corinthiens 8.11-8.12
16 καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν.
Nombres 34.22 Genèse 33.17
17 καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.
Josué 4.12-4.13 Deutéronome 3.18-3.20 Nombres 32.29-32.32
18 οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ.
Josué 22.1-22.5
19 καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς.
Josué 13.8 2 Rois 15.29 Josué 1.14-1.15 Nombres 34.15 1 Chroniques 5.25-5.26
20 καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον.
Josué 4.12-4.13 Josué 1.13-1.15 Josué 22.2-22.4 Deutéronome 3.18-3.20
21 καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ.
22 καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου.
Josué 22.9 Deutéronome 3.20 Josué 22.4 Josué 13.8 Josué 1.15
23 ἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.
Genèse 44.16 Esaïe 59.12 Genèse 4.7 Esaïe 3.11 Psaumes 140.11
24 καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε.
Nombres 32.16 Nombres 32.34-32.42 Nombres 30.2
25 καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεται.
Josué 1.13-1.14
26 ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ.
Josué 1.14
27 οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον ὃν τρόπον ὁ κύριος λέγει.
Josué 4.12 2 Corinthiens 10.4-10.5 Ephésiens 6.10-6.18 Nombres 32.17 Nombres 11.28
28 καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλ.
Josué 1.13
29 καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ’ ὑμῶν τὸν Ιορδάνην πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει.
30 ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν.
Josué 22.19
31 καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες ὅσα ὁ κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ οὕτως ποιήσομεν.
32 ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου.
33 καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς Μανασση υἱῶν Ιωσηφ τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς πόλεις τῆς γῆς κύκλῳ.
Josué 12.6 Deutéronome 29.8 Josué 22.4 Deutéronome 3.12-3.17 Psaumes 136.18-136.21
34 καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ καὶ τὴν Αροηρ.
Deutéronome 2.36 Nombres 32.3 Esaïe 17.2 Nombres 21.20 Nombres 33.45-33.46
35 καὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς.
Nombres 32.3 Nombres 32.1
36 καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων.
Nombres 32.3
37 καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμ.
Nombres 32.3 Nombres 21.27 Esaïe 15.4
38 καὶ τὴν Βεελμεων περικεκυκλωμένας καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων ἃς ᾠκοδόμησαν.
Nombres 32.3 Esaïe 46.1 Josué 23.7 Exode 23.13 Nombres 22.41
39 καὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
Genèse 50.23 Josué 17.1 Nombres 26.29
40 καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση καὶ κατῴκησεν ἐκεῖ.
Josué 17.1 Deutéronome 3.13-3.15 Josué 13.29-13.31
41 καὶ Ιαϊρ ὁ τοῦ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ιαϊρ.
Deutéronome 3.14 Juges 10.4 1 Chroniques 2.21-2.23 Josué 13.30 1 Rois 4.13
42 καὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.
2 Samuel 18.18 Psaumes 49.11

Cette Bible est dans le domaine public.