Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 17.15     

Exode 17.15
Septante


L’eau jaillie du rocher à Horeb

1 καὶ ἀπῆρεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐκ τῆς ἐρήμου Σιν κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν.
Exode 19.2 Exode 16.1 Exode 17.8 Nombres 33.12-33.14
2 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες δὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν καὶ εἶπεν αὐτοῖς Μωυσῆς τί λοιδορεῖσθέ μοι καὶ τί πειράζετε κύριον.
Deutéronome 6.16 Psaumes 78.41 Psaumes 78.18 Matthieu 4.7 1 Corinthiens 10.9
3 ἐδίψησεν δὲ ἐκεῖ ὁ λαὸς ὕδατι καὶ ἐγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει.
Exode 16.2-16.3 Exode 15.24
4 ἐβόησεν δὲ Μωυσῆς πρὸς κύριον λέγων τί ποιήσω τῷ λαῷ τούτῳ ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με.
Nombres 14.10 1 Samuel 30.6 Actes 14.19 Jean 10.31 Jean 8.59
5 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν προπορεύου τοῦ λαοῦ τούτου λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ.
Nombres 20.8-20.11 Ezéchiel 2.6 Actes 20.23-20.24 Exode 7.19-7.20
6 ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ καὶ πίεται ὁ λαός μου ἐποίησεν δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ισραηλ.
1 Corinthiens 10.4 Psaumes 114.8 Psaumes 105.41 Deutéronome 8.15 Nombres 20.9-20.11
7 καὶ ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμῖν ἢ οὔ.
Psaumes 81.7 Psaumes 95.8 Nombres 20.13 Deutéronome 9.22 Hébreux 3.8-3.9

Victoire sur les Amalécites

8 ἦλθεν δὲ Αμαληκ καὶ ἐπολέμει Ισραηλ ἐν Ραφιδιν.
1 Samuel 15.2 1 Samuel 30.1 Genèse 36.12 Nombres 24.20 Deutéronome 25.17-25.19
9 εἶπεν δὲ Μωυσῆς τῷ Ἰησοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Αμαληκ αὔριον καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ καὶ ἡ ῥάβδος τοῦ θεοῦ ἐν τῇ χειρί μου.
Exode 24.13 Exode 4.20 Exode 4.2 Deutéronome 32.44 Nombres 11.28
10 καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς καὶ ἐξελθὼν παρετάξατο τῷ Αμαληκ καὶ Μωυσῆς καὶ Ααρων καὶ Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ.
Exode 24.14 Jean 15.14 Exode 31.2 Matthieu 28.20 Jean 2.5
11 καὶ ἐγίνετο ὅταν ἐπῆρεν Μωυσῆς τὰς χεῖρας κατίσχυεν Ισραηλ ὅταν δὲ καθῆκεν τὰς χεῖρας κατίσχυεν Αμαληκ.
1 Timothée 2.8 Jacques 5.16 Luc 18.1 Psaumes 56.9
12 αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ’ αὐτόν καὶ ἐκάθητο ἐπ’ αὐτοῦ καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου.
Esaïe 35.3 1 Thessaloniciens 5.25 2 Corinthiens 1.11 Philippiens 1.19 Colossiens 4.2
13 καὶ ἐτρέψατο Ἰησοῦς τὸν Αμαληκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.
Josué 11.12 Josué 10.28 Josué 10.37 Josué 10.32 Josué 10.42
14 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Αμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.
Exode 34.27 1 Samuel 30.17 Nombres 24.20 2 Samuel 8.12 1 Samuel 30.1
15 καὶ ᾠκοδόμησεν Μωυσῆς θυσιαστήριον κυρίῳ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ κύριός μου καταφυγή.
Genèse 22.14 Psaumes 60.4 Juges 6.24 Genèse 33.20
16 ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεῶν εἰς γενεάς.
Psaumes 21.8-21.11 Actes 7.49 Esaïe 66.1

Cette Bible est dans le domaine public.