Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 14     

1 Chroniques 14
Septante


Prospérité et victoires de David

1 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
2 Chroniques 2.3 2 Samuel 5.11-5.16 Esdras 3.7 1 Chroniques 22.2 1 Chroniques 17.1
2 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.
Nombres 24.7 2 Chroniques 2.11 Esther 4.14 2 Samuel 7.16 Daniel 2.30
3 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.
1 Rois 11.3 Matthieu 19.4-19.5 Matthieu 19.8 Ecclésiaste 7.26-7.29 Deutéronome 17.17
4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων.
1 Chroniques 3.5-3.9 Luc 3.31 2 Samuel 12.24-12.25 1 Rois 1.17 1 Rois 3.3
5 καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ.
1 Chroniques 3.6 2 Samuel 5.15
6 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου.
7 καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ.
2 Samuel 5.16 1 Chroniques 3.8
8 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.
1 Samuel 21.11 2 Samuel 5.3 Apocalypse 11.15-11.18 2 Samuel 5.17-5.25 Psaumes 2.1-2.6
9 καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.
1 Chroniques 11.15 1 Chroniques 14.13 2 Samuel 5.18 2 Samuel 23.13 Esaïe 17.5
10 καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.
Proverbes 3.6 2 Samuel 5.23 1 Samuel 23.2-23.4 1 Rois 22.6 1 Rois 22.15-22.17
11 καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ καὶ εἶπεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν.
Esaïe 28.21 Job 30.14 Psaumes 144.10 Matthieu 7.27 Psaumes 44.3
12 καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.
Exode 32.20 2 Rois 19.18 Exode 12.12 Deutéronome 7.5 Deutéronome 7.25
13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.
1 Chroniques 14.9 2 Samuel 5.22-5.25 1 Rois 20.22
14 καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων.
Psaumes 27.4 Jean 9.6-9.7 1 Chroniques 14.10 Josué 8.2-8.7
15 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.
2 Rois 7.6 Actes 2.2 Juges 7.15 Esaïe 45.1-45.2 Lévitique 26.36
16 καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα.
1 Chroniques 6.67 Genèse 6.22 Josué 16.10 Jean 2.5 Exode 39.42-39.43
17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.
Deutéronome 2.25 Exode 15.14-15.16 Josué 6.27 2 Chroniques 26.8 Deutéronome 11.25

Cette Bible est dans le domaine public.