Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Lévitique 24.23     

Lévitique 24.23
Septante


1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων. 2 ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός.Exode 27.20-27.21 1 Samuel 3.3-3.4 Matthieu 5.16 Jean 8.12 Jean 1.4
3 ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. 4 ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί.Exode 31.8 Exode 39.37 Nombres 3.31 Nombres 4.9 Apocalypse 1.20-2.1
5 καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς.Exode 25.30 Exode 40.23 Actes 26.7 Jacques 1.1 1 Rois 18.31
6 καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου.1 Rois 7.48 Exode 25.23-25.24 2 Chroniques 4.19 Hébreux 9.2 2 Chroniques 13.11
7 καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ.Lévitique 2.2 Exode 12.14 Actes 10.31 Apocalypse 8.3-8.4 Exode 13.9
8 τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαθήκην αἰώνιον.2 Chroniques 2.4 Nombres 4.7 1 Chroniques 9.32 Néhémie 10.33 1 Chroniques 23.29
9 καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ νόμιμον αἰώνιον.Lévitique 8.31 Matthieu 12.4 Marc 2.26 Luc 6.4 Lévitique 6.16
10 καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης.Exode 12.38 Nombres 11.4
11 καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τῆς φυλῆς Δαν.Esaïe 8.21 Exode 18.26 Exode 3.15 Exode 18.22 Job 2.5
12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου.Exode 18.15-18.16 Nombres 36.5-36.6 Nombres 27.5 Nombres 15.34 Exode 18.23
13 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων. 14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.Deutéronome 17.7 Lévitique 20.27 Deutéronome 21.21 Lévitique 20.2 Actes 7.58-7.59
15 καὶ τοῖς υἱοῖς Ισραηλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται.Nombres 9.13 Lévitique 5.1 Lévitique 20.16-20.17 Exode 22.28
16 ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω.Matthieu 12.31 Psaumes 74.18 1 Rois 21.10-21.13 Jean 10.33-10.36 1 Timothée 1.13
17 καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω.Genèse 9.5-9.6 Deutéronome 19.11-19.12 Nombres 35.30-35.31 Deutéronome 27.24 Exode 21.12-21.14
18 καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς.Lévitique 24.21 Exode 21.34-21.36
19 καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον ὡς ἐποίησεν αὐτῷ ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ.Matthieu 7.2 Matthieu 5.38 Deutéronome 19.21
20 σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ οὕτως δοθήσεται αὐτῷ.Matthieu 5.38 Deutéronome 19.21 Exode 21.23-21.25
21 ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω.Lévitique 24.17-24.18 Exode 21.33
22 δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.Exode 12.49 Nombres 9.14 Lévitique 19.34 Nombres 15.29 Nombres 15.15-15.16
23 καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.Lévitique 24.14-24.16 Nombres 15.35-15.36 Hébreux 2.2-2.3 Hébreux 10.28-10.29

Cette Bible est dans le domaine public.