Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2.12
SBL Greek New Testament


1 Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·Jean 21.2 Jean 4.46 Proverbes 19.14 Jean 1.43 Hébreux 13.4
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.Matthieu 10.40-10.42 Jean 1.40-1.49 Matthieu 25.45 Hébreux 13.4 Colossiens 3.17
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν.Philippiens 4.6 Jean 11.3 Matthieu 26.28 Ecclésiaste 10.19 Psaumes 104.15
4 ⸀καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.Jean 8.20 Jean 7.6 Jean 13.1 Jean 7.30 Jean 19.26-19.27
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂Ὅ τι⸃ ἂν λέγῃ ὑμῖν ποιήσατε.Luc 5.5-5.6 Jean 15.14 Genèse 6.22 Actes 9.6 Hébreux 11.8
6 ἦσαν δὲ ἐκεῖ ⸂λίθιναι ὑδρίαι⸃ ἓξ ⸂κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι⸃, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.Jean 3.25 Hébreux 9.10 Hébreux 10.22 Hébreux 6.2 Marc 7.2-7.5
7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.Marc 11.2-11.6 Josué 6.3-6.5 Actes 8.26-8.40 2 Rois 5.10-5.14 Nombres 21.6-21.9
8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ⸃ ἤνεγκαν.Ecclésiaste 9.6 Jean 2.9 Romains 13.7 Proverbes 3.5-3.6
9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινοςJean 4.46 Jean 7.17 Psaumes 119.100
10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.Apocalypse 7.16-7.17 Luc 16.25 Proverbes 9.1-9.6 Proverbes 9.16-9.18 Psaumes 104.15
11 ταύτην ⸀ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.Jean 1.14 Jean 20.30-20.31 Jean 3.2 Jean 12.41 Ecclésiaste 9.7
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.Matthieu 12.46 Matthieu 4.13 Jean 7.3-7.5 1 Corinthiens 9.5 Actes 1.13-1.14
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.Luc 2.41 Jean 11.55 Jean 2.23 Jean 6.4 Exode 12.6-12.14
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,Marc 11.15 Luc 19.45-19.46 Malachie 3.1-3.3 Marc 11.17 Matthieu 21.12-21.13
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν ⸂τὰ κέρματα⸃ καὶ τὰς τραπέζας ⸀ἀνέστρεψεν,Zacharie 4.6 Jean 18.6 2 Corinthiens 10.4
16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.Matthieu 21.13 Luc 2.49 Marc 11.17 Esaïe 56.5-56.11 Jérémie 7.11
17 ⸀ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.Psaumes 69.9 Psaumes 119.139
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;Jean 6.30 Luc 11.29 Actes 5.28 Luc 20.1-20.2 Marc 11.27-11.28
19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.Marc 15.29 Matthieu 27.40 Marc 14.58 Matthieu 26.60-26.61 Romains 8.11
20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.1 Corinthiens 6.19 1 Corinthiens 3.16 Colossiens 2.9 Jean 1.14 2 Corinthiens 6.16
22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃν εἶπεν ὁ Ἰησοῦς.Jean 12.16 Jean 14.26 Jean 2.17 Luc 24.7-24.8 Jean 16.4
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·Jean 3.2 Matthieu 13.20-13.21 Jean 7.31 Galates 5.6 Jacques 2.19-2.20
24 αὐτὸς ⸀δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ⸀αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάνταςActes 1.24 Jean 6.15 Matthieu 9.4 Jean 16.30 1 Samuel 16.7
25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.Jean 13.11 Matthieu 9.4 Jean 6.64 Jean 6.61

© 2010 by the Society of Biblical Literature and Logos Bible Software