Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Rois 9.27     

2 Rois 9.27
Septante


Accession de Jéhu au trône d’Israël

1 καὶ Ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμωθ Γαλααδ.
1 Samuel 10.1 2 Rois 4.29 1 Samuel 16.1 1 Rois 1.39 2 Rois 8.28-8.29
2 καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ.
2 Rois 9.14 2 Rois 9.5 2 Rois 9.11 1 Rois 19.16-19.17 1 Rois 22.25
3 καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς.
1 Rois 19.16 Psaumes 75.6-75.7 1 Samuel 16.2 Proverbes 8.15-8.16 Lévitique 8.12
4 καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ.
5 καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο καὶ εἶπεν λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἶπεν Ιου πρὸς τίνα ἐκ πάντων ἡμῶν καὶ εἶπεν πρὸς σέ ὁ ἄρχων.
Juges 3.19
6 καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ.
1 Rois 19.16 2 Chroniques 22.7 2 Rois 9.3 Actes 23.18-23.19 Daniel 5.20-5.21
7 καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ.
1 Rois 21.15 1 Rois 18.4 Deutéronome 32.43 1 Rois 21.25 2 Rois 9.32-9.37
8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ.
Deutéronome 32.36 1 Samuel 25.22 2 Rois 14.26 2 Rois 10.17 1 Rois 14.10-14.11
9 καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια.
1 Rois 15.29 1 Rois 21.22 1 Rois 16.11-16.12 1 Rois 16.3-16.5 1 Rois 14.10-14.11
10 καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν.
1 Rois 21.23 2 Rois 9.35-9.36 2 Rois 9.3 Juges 3.26 Jérémie 22.19
11 καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ καὶ εἶπον αὐτῷ εἰ εἰρήνη τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ καὶ εἶπεν αὐτοῖς ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
Jérémie 29.26 Actes 26.24 Jean 10.20 Osée 9.7 Marc 3.21
12 καὶ εἶπον ἄδικον ἀπάγγειλον δὴ ἡμῖν καὶ εἶπεν Ιου πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ.
13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον ἐβασίλευσεν Ιου.
1 Rois 1.34 2 Samuel 15.10 1 Rois 1.39 Matthieu 21.7-21.8 Marc 11.7-11.8
14 καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ αὐτὸς καὶ πᾶς Ισραηλ ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας.
2 Rois 8.28 1 Rois 22.3 1 Rois 16.7 2 Rois 9.31 1 Rois 15.27
15 καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἶπεν Ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ’ ἐμοῦ μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ.
2 Rois 8.29 2 Chroniques 22.6 1 Samuel 27.9-27.11
16 καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαθ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδεῖν τὸν Ιωραμ.
2 Chroniques 22.6-22.7 2 Rois 8.28-8.29
17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω καὶ εἶπεν Ιωραμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν καὶ εἰπάτω εἰ εἰρήνη.
1 Samuel 16.4 2 Rois 7.14 2 Samuel 18.24 Esaïe 62.6 Esaïe 21.6-21.9
18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν Ιου τί σοι καὶ εἰρήνῃ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν.
2 Rois 9.22 2 Rois 9.19 Romains 3.17 Esaïe 48.22 Esaïe 59.8
19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν Ιου τί σοι καὶ εἰρήνῃ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.
20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου ὅτι ἐν παραλλαγῇ ἐγένετο.
2 Samuel 18.27 Esaïe 54.16 2 Rois 10.16 Daniel 11.44 1 Rois 19.17
21 καὶ εἶπεν Ιωραμ ζεῦξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξῆλθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου.
1 Rois 21.1-21.7 2 Chroniques 22.7 Nombres 20.14 1 Rois 21.15-21.19 Michée 1.13
22 καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου καὶ εἶπεν εἰ εἰρήνη Ιου καὶ εἶπεν Ιου τί εἰρήνη ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.
1 Rois 16.30-16.33 2 Chroniques 21.13 Apocalypse 18.23 Apocalypse 2.20-2.23 2 Rois 9.18
23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν δόλος Οχοζια.
2 Rois 11.14 2 Chroniques 23.13
24 καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
1 Rois 22.34 Psaumes 50.22 Ecclésiaste 8.12-8.13 1 Thessaloniciens 5.3 Proverbes 21.30
25 καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ κύριος ἔλαβεν ἐπ’ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων.
1 Rois 21.19 Esaïe 13.1 1 Rois 21.24-21.29 Matthieu 11.30 Malachie 1.1
26 εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ φησὶν κύριος καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου.
1 Rois 21.19 2 Chroniques 24.25 Deutéronome 5.9 Deutéronome 24.16 Ezéchiel 18.19
27 καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι ἥ ἐστιν Ιεβλααμ καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ.
Juges 1.27 Josué 17.11 1 Rois 4.12 Proverbes 13.20 Juges 5.19
28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ.
2 Chroniques 35.24 2 Rois 23.30 2 Rois 23.20 2 Rois 14.19-14.20 2 Rois 12.21
29 καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν.
2 Chroniques 21.18-21.19 2 Rois 8.16 2 Chroniques 22.1-22.2 2 Rois 8.24-8.25
30 καὶ ἦλθεν Ιου εἰς Ιεζραελ καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος.
Jérémie 4.30 Ezéchiel 23.40 Ezéchiel 24.17 1 Pierre 3.3 1 Timothée 2.9-2.10
31 καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν εἰ εἰρήνη Ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ.
1 Rois 16.9-16.20
32 καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν τίς εἶ σύ κατάβηθι μετ’ ἐμοῦ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.
Psaumes 118.6 1 Chroniques 12.18 Esther 2.15 Psaumes 124.1-124.2 2 Chroniques 11.12
33 καὶ εἶπεν κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν.
2 Rois 7.20 Hébreux 10.29 Malachie 4.3 Lamentations 1.15 Michée 7.10
34 καὶ εἰσῆλθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν.
1 Rois 16.31 1 Rois 21.25 Esaïe 65.15 Matthieu 25.41 Proverbes 10.7
35 καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.
Ecclésiaste 6.3 Jérémie 22.19 Actes 12.23 Esaïe 14.18-14.20 Job 31.3
36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ καὶ εἶπεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων ἐν τῇ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ.
1 Rois 21.23 2 Samuel 12.25 Lévitique 8.36 2 Rois 14.25
37 καὶ ἔσται τὸ θνησιμαῖον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς Ιεζαβελ.
Jérémie 8.2 Jérémie 16.4 Psaumes 83.10 Jérémie 25.33 Jérémie 9.22

Cette Bible est dans le domaine public.