Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Jonas 1.6     

Jonas 1.6
Septante


Mission et fuite de Jonas

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων.
Luc 11.32 2 Rois 14.25 Luc 11.29-11.30 Matthieu 12.39-12.41 Matthieu 16.4
2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.
Genèse 10.11 Nahum 1.1 Genèse 18.20-18.21 2 Rois 19.36 Esaïe 58.1
3 καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ’ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου.
Josué 19.46 Genèse 4.16 Actes 9.36 Esaïe 23.1 Esaïe 23.10
4 καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.
Psaumes 107.23-107.31 Matthieu 8.24-8.27 Psaumes 135.7 Amos 4.13 Actes 27.13-27.20
5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ’ αὐτῶν Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν.
Actes 27.18-27.19 Actes 27.38 1 Rois 18.26 Matthieu 26.45 Philippiens 3.7-3.8
6 καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ τί σὺ ῥέγχεις ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.
Jonas 3.9 Amos 5.15 2 Samuel 12.22 Marc 4.37-4.41 Romains 13.11
7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν.
Proverbes 16.33 Josué 7.10 1 Samuel 10.20-10.21 Josué 7.13-7.18 Nombres 32.23
8 καὶ εἶπον πρὸς αὐτόν ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν καὶ πόθεν ἔρχῃ καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ.
1 Samuel 30.13 Genèse 47.3 1 Samuel 14.43 Josué 7.19 Jacques 5.16
9 καὶ εἶπεν πρὸς αὐτούς δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.
Esdras 1.2 Psaumes 136.26 Néhémie 9.6 2 Rois 17.25 Genèse 14.13
10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν τί τοῦτο ἐποίησας διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων ὅτι ἀπήγγειλεν αὐτοῖς.
Jonas 1.3 Job 27.22 Josué 7.25 Jean 19.8 Daniel 5.6-5.9
11 καὶ εἶπαν πρὸς αὐτόν τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ἡμῶν ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.
2 Samuel 21.1-21.6 2 Samuel 24.11-24.13 1 Samuel 6.2-6.3 Michée 6.6-6.7
12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν διότι ἔγνωκα ἐγὼ ὅτι δι’ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ’ ὑμᾶς ἐστιν.
2 Samuel 24.17 1 Chroniques 21.17 Josué 7.20-7.21 Ecclésiaste 9.18 Jean 11.50
13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ’ αὐτούς.
Proverbes 21.30 Job 34.29
14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν μηδαμῶς κύριε μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου καὶ μὴ δῷς ἐφ’ ἡμᾶς αἷμα δίκαιον ὅτι σύ κύριε ὃν τρόπον ἐβούλου πεποίηκας.
Psaumes 115.3 Deutéronome 21.8 Psaumes 135.6 Psaumes 107.28 Daniel 4.34-4.35
15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
Psaumes 107.29 Luc 8.24 Psaumes 93.3-93.4 Psaumes 65.7 Matthieu 8.26
16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.
Psaumes 50.14 Psaumes 107.22 Genèse 8.20 Marc 4.31 Esaïe 60.5-60.7

Cette Bible est dans le domaine public.