Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Lévitique 3.14     

Lévitique 3.14
Septante


1 ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ ἐάν τε ἄρσεν ἐάν τε θῆλυ ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου.Lévitique 1.3 Nombres 6.14 Amos 5.22 Lévitique 22.19-22.21 Malachie 1.14
2 καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κύκλῳ.Exode 29.10 Lévitique 1.4-1.5 Lévitique 16.21-16.22 Esaïe 53.6 Actes 3.26
3 καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας.Exode 29.13 Lévitique 4.8-4.9 Exode 29.22 Romains 6.6 Lévitique 3.16
4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ.Lévitique 3.10 Exode 29.13 Lévitique 7.4 Lévitique 8.16 Lévitique 4.9
5 καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς ἐπὶ τοῦ θυσιαστηρίου κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳ.Lévitique 6.12 Exode 29.13 Ezéchiel 44.15 1 Samuel 2.15-2.16 Lévitique 4.31
6 ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ θυσίαν σωτηρίου τῷ κυρίῳ ἄρσεν ἢ θῆλυ ἄμωμον προσοίσει αὐτό.Galates 4.4 Ephésiens 1.10 Lévitique 1.10 Esaïe 60.7 Actes 4.27
7 ἐὰν ἄρνα προσαγάγῃ τὸ δῶρον αὐτοῦ προσάξει αὐτὸ ἔναντι κυρίου.1 Rois 8.62 Lévitique 17.8-17.9 Ephésiens 5.12 Lévitique 3.1 Ephésiens 5.2
8 καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου αὐτοῦ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.Lévitique 1.5 Lévitique 4.24 2 Corinthiens 5.19 Lévitique 3.13 Lévitique 3.2-3.5
9 καὶ προσοίσει ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου κάρπωμα τῷ θεῷ τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον σὺν ταῖς ψόαις περιελεῖ αὐτό καὶ τὸ στέαρ τῆς κοιλίας.Lévitique 9.19 Exode 29.22 Lévitique 3.3-3.4 Esaïe 53.10 Lévitique 7.3
10 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελών.Lévitique 3.4
11 ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ὀσμὴ εὐωδίας κάρπωμα κυρίῳ.Lévitique 21.17 Lévitique 21.6 Lévitique 3.5 Lévitique 3.16 Lévitique 21.8
12 ἐὰν δὲ ἀπὸ τῶν αἰγῶν τὸ δῶρον αὐτοῦ καὶ προσάξει ἔναντι κυρίου.Lévitique 22.19-22.27 Lévitique 3.7-3.17 Lévitique 1.10 2 Corinthiens 5.21 Esaïe 53.2
13 καὶ ἐπιθήσει τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ σφάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.Lévitique 3.8 1 Pierre 1.2 1 Pierre 2.24 Romains 5.15-5.21 Hébreux 12.24
14 καὶ ἀνοίσει ἐπ’ αὐτοῦ κάρπωμα κυρίῳ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας.Psaumes 22.14-22.15 Lévitique 3.9-3.11 Matthieu 26.38 Jérémie 20.18 Matthieu 22.37
15 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πᾶν τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. 16 καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τῷ κυρίῳ πᾶν τὸ στέαρ τῷ κυρίῳ.Lévitique 7.23-7.25 1 Samuel 2.15-2.16 Lévitique 8.25 Exode 29.22 Esaïe 53.10
17 νόμιμον εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν πᾶν στέαρ καὶ πᾶν αἷμα οὐκ ἔδεσθε.Genèse 9.4 Deutéronome 12.16 Deutéronome 12.23 Lévitique 6.18 Deutéronome 15.23

Cette Bible est dans le domaine public.