Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 16.9     

Esaïe 16.9
Septante


1 ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων.
2 Rois 3.4 Esaïe 10.32 2 Rois 14.7 Esdras 7.17 Esaïe 42.11
2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ Μωαβ ἔπειτα δέ Αρνων.
Proverbes 27.8 Juges 11.18 Josué 13.16 Nombres 21.13-21.15 Deutéronome 3.8
3 πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς.
Esaïe 32.2 Esaïe 25.4 1 Rois 18.4 Matthieu 25.35 Abdias 1.12-1.14
4 παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
Esaïe 51.13 Esaïe 14.4 Apocalypse 11.2 Jérémie 48.18 Esaïe 25.10
5 καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος καὶ καθίεται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
Daniel 7.14 Michée 4.7 Daniel 7.27 Esaïe 32.1-32.2 Esaïe 9.6-9.7
6 ἠκούσαμεν τὴν ὕβριν Μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως ἡ μαντεία σου.
Amos 2.1 Abdias 1.3-1.4 Jérémie 48.29-48.30 Jérémie 50.36 Esaïe 44.25
7 οὐχ οὕτως ὀλολύξει Μωαβ ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ.
2 Rois 3.25 Jérémie 48.20 Esaïe 8.19 Esaïe 15.1-15.5 1 Chroniques 16.3
8 τὰ πεδία Εσεβων πενθήσει ἄμπελος Σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον.
Nombres 32.38 Esaïe 15.4 Jérémie 48.32 Josué 13.19 Nombres 32.3
9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται.
Jérémie 40.12 Esaïe 15.4-15.5 Jérémie 40.10 Jérémie 48.32-48.34 Juges 9.27
10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ.
Jérémie 48.33 Amos 5.17 Juges 9.27 Amos 5.11 Esaïe 32.10
11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας.
Esaïe 15.5 Esaïe 63.15 Osée 11.8 Philippiens 2.1 Jérémie 48.36
12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.
Esaïe 15.2 Nombres 23.28 Nombres 22.39 Jérémie 48.35 Nombres 23.14
13 τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ ὁπότε καὶ ἐλάλησεν.
Esaïe 44.8
14 καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.
Esaïe 21.16 Esaïe 15.5 Jérémie 48.46-48.47 Deutéronome 15.8 Jérémie 9.23

Cette Bible est dans le domaine public.