1 ψαλμὸς τῷ Δαυιδ ἐξοδίου σκηνῆς ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν. 
2 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 
3 φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλῶν. 
4 φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
 5 φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου. 6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 
7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός. 
8 φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης. 
9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.