Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 24.17     

1 Chroniques 24.17
Septante


1 καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ.Exode 6.23 Nombres 26.60 Nombres 3.2 1 Chroniques 23.6 1 Chroniques 6.3
2 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων.Lévitique 10.2 Nombres 26.61 Nombres 3.4 Exode 24.9 Exode 24.1
3 καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν.2 Samuel 8.17 1 Chroniques 24.31 1 Chroniques 12.27-12.28 1 Chroniques 16.39 1 Chroniques 24.6
4 καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν.1 Chroniques 15.6-15.12 Nombres 25.11-25.13 1 Chroniques 23.24
5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ.1 Chroniques 24.31 Actes 1.26 Matthieu 27.1 Matthieu 26.3 Néhémie 11.11
6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ.1 Chroniques 18.16 Néhémie 8.1 Matthieu 8.19 1 Rois 4.3 Matthieu 13.52
7 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ τῷ Ιδεϊα ὁ δεύτερος.Esdras 2.36 1 Chroniques 9.10 Néhémie 11.10 Néhémie 7.39 Néhémie 12.19
8 τῷ Χαρημ ὁ τρίτος τῷ Σεωριμ ὁ τέταρτος.Esdras 2.39 Néhémie 12.15 Néhémie 7.35 Esdras 10.21
9 τῷ Μελχια ὁ πέμπτος τῷ Μιαμιν ὁ ἕκτος.Néhémie 12.17
10 τῷ Κως ὁ ἕβδομος τῷ Αβια ὁ ὄγδοος.Luc 1.5 Néhémie 12.4 Néhémie 12.17
11 τῷ Ἰησοῦ ὁ ἔνατος τῷ Σεχενια ὁ δέκατος.Néhémie 12.10 Esdras 2.36 Néhémie 7.39
12 τῷ Ελιασιβ ὁ ἑνδέκατος τῷ Ιακιμ ὁ δωδέκατος.Néhémie 12.10
13 τῷ Οχχοφφα ὁ τρισκαιδέκατος τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος. 14 τῷ Βελγα ὁ πεντεκαιδέκατος τῷ Εμμηρ ὁ ἑκκαιδέκατος.Esdras 2.37 Néhémie 7.40 Esdras 10.20
15 τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος. 16 τῷ Φεταια ὁ ἐννεακαιδέκατος τῷ Εζεκηλ ὁ εἰκοστός. 17 τῷ Ιαχιν ὁ εἷς καὶ εἰκοστός τῷ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός. 18 τῷ Δαλαια ὁ τρίτος καὶ εἰκοστός τῷ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός. 19 αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ.1 Chroniques 9.25 Hébreux 7.11 1 Corinthiens 14.40 2 Chroniques 23.8 2 Chroniques 23.4
20 καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις τοῖς υἱοῖς Αμβραμ Σουβαηλ τοῖς υἱοῖς Σουβαηλ Ιαδια.1 Chroniques 26.24 1 Chroniques 23.16 1 Chroniques 6.18 1 Chroniques 23.12-23.14
21 τῷ Ρααβια ὁ ἄρχων Ιεσιας.1 Chroniques 23.17 1 Chroniques 26.25
22 καὶ τῷ Ισσαρι Σαλωμωθ τοῖς υἱοῖς Σαλωμωθ Ιαθ.1 Chroniques 23.18 Nombres 3.19 1 Chroniques 26.26 Nombres 3.27 Exode 6.21
23 υἱοὶ Ιεδιου Αμαδια ὁ δεύτερος Ιαζιηλ ὁ τρίτος Ιοκομ ὁ τέταρτος.1 Chroniques 23.19 1 Chroniques 26.31
24 υἱοὶ Οζιηλ Μιχα υἱοὶ Μιχα Σαμηρ.1 Chroniques 23.20
25 ἀδελφὸς Μιχα Ισια υἱοὶ Ισια Ζαχαρια.1 Chroniques 15.18 1 Chroniques 15.20 1 Chroniques 23.20
26 υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Οζια υἱοὶ Βοννι.1 Chroniques 23.21
27 υἱοὶ Μεραρι τῷ Οζια υἱοὶ αὐτοῦ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι.Exode 6.19 1 Chroniques 23.21 1 Chroniques 6.19 Nombres 3.20
28 τῷ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.1 Chroniques 23.22
29 τῷ Κις υἱοὶ τοῦ Κις Ιραμαηλ. 30 καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν.1 Chroniques 23.23 1 Chroniques 6.47
31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.1 Chroniques 24.5-24.6 1 Chroniques 25.8 1 Chroniques 26.13 Nombres 26.56

Cette Bible est dans le domaine public.