Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Juges 21.15     

Juges 21.15
Septante


1 καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα.
Juges 20.1 Juges 21.18 Ecclésiaste 5.2 Juges 20.8 Romains 10.2
2 καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν.
Juges 20.26 Juges 20.18 Juges 2.4 Juges 20.23 1 Samuel 30.4
3 καὶ εἶπαν ἵνα τί κύριε ὁ θεὸς Ισραηλ ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν.
Deutéronome 29.24 Proverbes 19.3 Psaumes 80.12 Jérémie 12.1 Psaumes 74.1
4 καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου.
2 Samuel 24.25 Hébreux 13.10 Juges 6.26 Exode 20.24-20.25 2 Samuel 24.18
5 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ ἀποθανεῖται.
Juges 5.23 Juges 21.18 Jérémie 48.10 Lévitique 27.28-27.29 Juges 21.1
6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ.
Juges 21.15 Juges 11.35 Luc 19.41-19.42 Juges 20.23 Osée 11.8
7 τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.
Juges 21.1 1 Samuel 14.45 Juges 21.18 1 Samuel 14.28-14.29
8 καὶ εἶπαν τίς μία τῶν φυλῶν Ισραηλ ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν.
1 Samuel 31.11-31.13 2 Samuel 2.5-2.6 1 Samuel 11.1-11.3
9 καὶ ἐπεσκέπη ὁ λαός καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ.
10 καὶ ἀπέστειλαν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Juges 5.23 Juges 21.5 1 Samuel 11.7 Josué 7.24 Deutéronome 13.15
11 καὶ οὗτος ὁ λόγος ὃν ποιήσετε πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε.
Nombres 31.17-31.18 Deutéronome 2.34
12 καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω ἥ ἐστιν ἐν γῇ Χανααν.
Josué 18.1 Psaumes 78.60 Juges 20.18 Jérémie 7.12 Juges 20.23
13 καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
Deutéronome 20.10 Juges 20.47 Esaïe 57.19 Ephésiens 2.17 Luc 10.5
14 καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως.
1 Corinthiens 7.2 Juges 21.12 Juges 20.47
15 καὶ ὁ λαὸς παρεκλήθη τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ.
Juges 21.6 Esaïe 30.13 Juges 21.17 1 Chroniques 13.11 1 Chroniques 15.13
16 καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή.
17 καὶ εἶπαν κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ.
Nombres 26.55 Nombres 36.7
18 καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν.
Juges 21.1 Juges 11.35
19 καὶ εἶπαν ἑορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀφ’ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα.
Nombres 28.16 Lévitique 23.2 Exode 23.14-23.16 Nombres 10.10 Deutéronome 16.10
20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν.
21 καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμιν.
Exode 15.20 Juges 11.34 2 Samuel 6.21 Luc 17.25 Psaumes 150.4
22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν πρὸς αὐτούς ἐλεήσατε αὐτούς ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς κατὰ τὸν καιρὸν ἐπλημμελήσατε.
Juges 21.1 Juges 21.18 Proverbes 20.25 Juges 21.7 Marc 10.6-10.8
23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ἃς διήρπασαν καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς.
Juges 20.48
24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ καὶ ἀπῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ.
25 ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
Juges 18.1 Juges 17.6 Juges 19.1 Deutéronome 12.8 Proverbes 14.12

Cette Bible est dans le domaine public.