Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Nombres 12.4     

Nombres 12.4
Septante


1 καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυσῆς ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν.Exode 2.21 Genèse 28.6-28.9 Exode 34.16 Genèse 34.14-34.15 Matthieu 12.48
2 καὶ εἶπαν μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος.Nombres 11.1 Michée 6.4 2 Rois 19.4 Esaïe 37.4 Ezéchiel 35.12-35.13
3 καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.Matthieu 11.29 2 Corinthiens 11.5 2 Corinthiens 12.11 Nombres 11.10-11.15 1 Thessaloniciens 2.7
4 καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.Nombres 16.16-16.21 Psaumes 76.9
5 καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι.Nombres 11.25 Exode 34.5 Exode 40.38 Psaumes 99.7
6 καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.1 Rois 3.5 Genèse 46.2 Genèse 31.10-31.11 Matthieu 1.20 Daniel 8.2
7 οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν.Psaumes 105.26 Hébreux 3.2-3.6 Josué 1.1 Actes 7.31 1 Pierre 2.4-2.5
8 στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ.Deutéronome 34.10 Exode 33.11 1 Corinthiens 13.12 Exode 33.23 Psaumes 49.4
9 καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ’ αὐτοῖς καὶ ἀπῆλθεν.Osée 5.15 Genèse 17.22 Nombres 11.1
10 καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ καὶ ἰδοὺ λεπρῶσα.Deutéronome 24.9 2 Rois 5.27 Ezéchiel 10.4-10.5 Exode 4.6 Exode 33.7-33.10
11 καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν.2 Samuel 19.19 2 Samuel 24.10 Proverbes 30.32 Actes 8.24 Psaumes 38.1-38.5
12 μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.Psaumes 88.4-88.5 Job 3.16 Ephésiens 2.1-2.5 1 Corinthiens 15.8 1 Timothée 5.6
13 καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν.Luc 6.28 Romains 12.21 Exode 32.10-32.14 Esaïe 30.26 1 Samuel 12.23
14 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται.Deutéronome 25.9 Job 30.10 Nombres 5.2-5.3 Esaïe 50.6 2 Chroniques 26.20-26.21
15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μαριαμ.Genèse 9.21-9.23 Lamentations 3.32 Michée 7.8-7.9 Deutéronome 24.8-24.9 Habakuk 3.2
16 καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.Nombres 11.35 Nombres 10.12 Nombres 33.18 Nombres 13.26 Nombres 13.3

Cette Bible est dans le domaine public.