Prière dans la détresse
 1  ψαλμὸς τῷ Δαυιδ ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.  
2  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.  
3  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος.  
4  καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.  
5  ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.  
6  διεπέτασα τὰς χεῖράς μου πρὸς σέ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι διάψαλμα.  
7  ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπεν τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.  
8  ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.