Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 7.21     

1 Chroniques 7.21
Septante


Descendance d’Issacar, Benjamin et Nephthali

1 καὶ τοῖς υἱοῖς Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων τέσσαρες.
Genèse 46.13 Nombres 26.23-26.24
2 καὶ υἱοὶ Θωλα Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι.
2 Samuel 24.1-24.9 1 Chroniques 21.1-21.5 1 Chroniques 27.23-27.24 1 Chroniques 27.1
3 καὶ υἱοὶ Οζι Ιεζρια καὶ υἱοὶ Ιεζρια Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια πέντε ἄρχοντες πάντες.
4 καὶ ἐπ’ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ’ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς.
1 Chroniques 12.32
5 καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.
6 βενιαμιν Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ τρεῖς.
Genèse 46.21 1 Chroniques 8.1-8.40 Nombres 26.38-26.41 1 Chroniques 7.10-7.11
7 καὶ υἱοὶ Βαλε Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι πέντε ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες.
1 Chroniques 21.1-21.5 2 Chroniques 17.17-17.18
8 καὶ υἱοὶ Βαχιρ Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ πάντες οὗτοι υἱοὶ Βαχιρ.
9 καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι.
10 καὶ υἱοὶ Ιαδιηλ Βαλααν καὶ υἱοὶ Βαλααν Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ.
Juges 3.15-3.30
11 πάντες οὗτοι υἱοὶ Ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν.
2 Chroniques 17.13-17.19
12 καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ υἱὸς αὐτοῦ Αερ.
Genèse 46.21 Nombres 26.38-26.39 1 Chroniques 7.15
13 υἱοὶ Νεφθαλι Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ υἱοὶ Βαλαα.
Nombres 26.48-26.49 Genèse 46.24-46.25 Genèse 30.3-30.8 Genèse 35.22

Descendance de Manassé et Éphraïm

14 υἱοὶ Μανασση Ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ.
Josué 13.31 Josué 17.1-17.3 Nombres 32.30-32.42 Nombres 26.29-26.34 1 Chroniques 2.21-2.23
15 καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες.
Nombres 26.33 Nombres 36.1-36.12 Nombres 27.1-27.11
16 καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος υἱὸς αὐτοῦ Ουλαμ.
17 καὶ υἱοὶ Ουλαμ Βαδαν οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση.
1 Samuel 12.11
18 καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα.
Juges 6.34 Juges 6.24 Juges 8.2 Nombres 26.30 Juges 6.11
19 καὶ ἦσαν υἱοὶ Σεμιρα Ιααιμ καὶ Συχεμ καὶ Λακεϊ καὶ Ανιαμ.
20 καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτοῦ καὶ Θααθ υἱὸς αὐτοῦ Ελεαδα υἱὸς αὐτοῦ Νομεε υἱὸς αὐτοῦ.
Nombres 26.35-26.36
21 Ζαβεδ υἱὸς αὐτοῦ Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν.
22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν.
Job 2.11 Genèse 37.34
23 καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου.
2 Samuel 23.5
24 καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα.
Josué 16.5 Josué 16.3 2 Chroniques 8.5 1 Rois 9.17 Josué 10.10
25 καὶ Ραφη υἱοὶ αὐτοῦ Ρασεφ καὶ Θαλε υἱοὶ αὐτοῦ Θαεν υἱὸς αὐτοῦ.
26 τῷ Λααδαν υἱῷ αὐτοῦ Αμιουδ υἱὸς αὐτοῦ Ελισαμα υἱὸς αὐτοῦ.
27 Νουμ υἱὸς αὐτοῦ Ιησουε υἱὸς αὐτοῦ.
Exode 24.13 Nombres 13.16 Exode 17.9-17.14 Nombres 13.8 Nombres 11.28
28 καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς κατ’ ἀνατολὰς Νααραν πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς.
Juges 1.22 Josué 16.2-16.3 Genèse 28.19 1 Chroniques 6.66-6.67
29 καὶ ἕως ὁρίων υἱῶν Μανασση Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς Δωρ καὶ αἱ κῶμαι αὐτῆς ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ.
Juges 1.22-1.29 2 Rois 9.27 1 Rois 9.15 Apocalypse 16.16 2 Rois 23.29

Descendance d’Aser

30 υἱοὶ Ασηρ Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα καὶ Σορε ἀδελφὴ αὐτῶν.
Genèse 46.17 Nombres 26.44-26.46
31 καὶ υἱοὶ Βεριγα Χαβερ καὶ Μελχιηλ οὗτος πατὴρ Βερζαιθ.
32 καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτῶν.
33 καὶ υἱοὶ Ιαφαλητ Φεσηχι Βαμαηλ καὶ Ασιθ οὗτοι υἱοὶ Ιαφαλητ.
34 καὶ υἱοὶ Σεμμηρ Αχιουραογα καὶ Οβα καὶ Αραμ.
35 καὶ Βανηελαμ ἀδελφοὶ αὐτοῦ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ.
36 υἱοὶ Σωφα Χουχι Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη.
37 Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα.
38 καὶ υἱοὶ Ιεθερ Ιφινα καὶ Φασφα καὶ Αρα.
39 καὶ υἱοὶ Ωλα Ορεχ Ανιηλ καὶ Ρασια.
40 πάντες οὗτοι υἱοὶ Ασηρ πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες.
2 Samuel 24.1-24.9 1 Chroniques 21.1-21.5

Cette Bible est dans le domaine public.