Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Rois 2.18     

2 Rois 2.18
Septante


Enlèvement d’Élie

1 καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων.
Genèse 5.24 Hébreux 11.5 1 Rois 19.16-19.21 1 Rois 19.11 Josué 5.9
2 καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ καταλείψω σε καὶ ἦλθον εἰς Βαιθηλ.
1 Samuel 1.26 2 Rois 2.6 1 Rois 12.29 2 Rois 4.30 2 Rois 2.4
3 καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν κἀγὼ ἔγνωκα σιωπᾶτε.
2 Rois 4.38 2 Rois 4.1 2 Rois 9.1 1 Rois 20.35 1 Samuel 19.20
4 καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς Ιεριχω.
2 Rois 2.2 Josué 6.26 1 Rois 16.34 Actes 2.42 2 Rois 4.30
5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν καί γε ἐγὼ ἔγνων σιωπᾶτε.
2 Rois 2.3 Esaïe 41.1 Luc 24.51 Genèse 48.19 Habakuk 2.20
6 καὶ εἶπεν αὐτῷ Ηλιου κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι.
2 Rois 2.2 Josué 3.15
7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου.
2 Rois 2.17 1 Rois 18.4 1 Rois 18.13
8 καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
1 Rois 19.19 Exode 14.21-14.22 2 Rois 2.14 1 Rois 19.13 Esaïe 11.15
9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ καὶ εἶπεν Ελισαιε γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ ἐμέ.
Nombres 11.17 Deutéronome 21.17 Nombres 11.25 1 Timothée 5.17 Jean 14.12-14.14
10 καὶ εἶπεν Ηλιου ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται.
Actes 1.9-1.10 Marc 11.22-11.24 Jean 16.24 2 Rois 2.12
11 καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
2 Rois 6.17 Psaumes 104.3-104.4 Psaumes 68.17 Hébreux 1.14 Ezéchiel 10.9-10.22
12 καὶ Ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα.
2 Rois 13.14 Esaïe 57.1-57.2 Esaïe 37.21 Ephésiens 4.8 Proverbes 11.11
13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου.
1 Rois 9.26 1 Rois 19.19 2 Rois 2.8
14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἶπεν ποῦ ὁ θεὸς Ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη Ελισαιε.
Psaumes 42.10 Psaumes 115.2 Jean 14.12 2 Rois 2.8-2.10 Actes 3.12-3.13
15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.
Nombres 11.25-11.29 1 Pierre 4.14 Actes 1.8 2 Rois 4.1-4.4 Nombres 27.20
16 καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐφ’ ἓν τῶν ὀρέων ἢ ἐφ’ ἕνα τῶν βουνῶν καὶ εἶπεν Ελισαιε οὐκ ἀποστελεῖτε.
1 Rois 18.12 Actes 8.39 Ezéchiel 8.3 Ezéchiel 3.14 2 Corinthiens 12.2-12.3
17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν.
2 Rois 8.11 Hébreux 11.5 Romains 10.2 2 Samuel 18.22-18.23 Luc 11.8
18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω καὶ εἶπεν Ελισαιε οὐκ εἶπον πρὸς ὑμᾶς μὴ πορευθῆτε.
19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή καθὼς ὁ κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.
1 Rois 16.34 1 Rois 18.7 Deutéronome 28.15-28.18 Deutéronome 28.11 Josué 6.17
20 καὶ εἶπεν Ελισαιε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα καὶ ἔλαβον πρὸς αὐτόν.
Juges 9.45 Sophonie 2.9 Ezéchiel 47.11
21 καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταῦτα οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.
2 Rois 4.41 2 Rois 6.6 Exode 15.25-15.26 1 Corinthiens 1.18-1.28 Lévitique 2.13
22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε ὃ ἐλάλησεν.
23 καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ἀνάβαινε φαλακρέ ἀνάβαινε.
2 Chroniques 36.16 Job 30.1 Job 19.18 Matthieu 27.40-27.43 Osée 10.5
24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.
Actes 5.9 Lamentations 3.65 Proverbes 28.15 2 Corinthiens 10.6 Deutéronome 28.15-28.26
25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
2 Rois 4.25 1 Rois 18.19-18.20 1 Rois 18.42

Cette Bible est dans le domaine public.