Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Genèse 16.11     

Genèse 16.11
Septante


Naissance d’Ismaël

1 Σαρα δὲ ἡ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ᾗ ὄνομα Αγαρ.
Galates 4.24 Genèse 15.2-15.3 Genèse 21.21 Genèse 12.16 Genèse 25.21
2 εἶπεν δὲ Σαρα πρὸς Αβραμ ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ Αβραμ τῆς φωνῆς Σαρας.
Ruth 4.11 Genèse 3.12 Psaumes 127.3 Genèse 30.2-30.4 Genèse 18.10
3 καὶ λαβοῦσα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Αβραμ ἐν γῇ Χανααν καὶ ἔδωκεν αὐτὴν Αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
Genèse 16.5 Genèse 12.4-12.5 Galates 4.25 1 Rois 11.3 Genèse 30.9
4 καὶ εἰσῆλθεν πρὸς Αγαρ καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
1 Samuel 1.6-1.8 1 Corinthiens 13.4-13.5 2 Samuel 6.16 Proverbes 30.23 Proverbes 30.20-30.21
5 εἶπεν δὲ Σαρα πρὸς Αβραμ ἀδικοῦμαι ἐκ σοῦ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτῆς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Genèse 31.53 Exode 5.21 Psaumes 7.8 Psaumes 43.1 Psaumes 35.23
6 εἶπεν δὲ Αβραμ πρὸς Σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ καὶ ἐκάκωσεν αὐτὴν Σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Genèse 13.8-13.9 1 Pierre 3.7 Proverbes 29.19 Proverbes 15.1 Genèse 24.10
7 εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σουρ.
Genèse 25.18 Exode 15.22 Genèse 21.17 Genèse 22.15 1 Samuel 15.7
8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν ἀπὸ προσώπου Σαρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
Genèse 3.9 Ecclésiaste 10.4 Genèse 4.10 1 Timothée 6.1-6.2 Jérémie 2.17-2.18
9 εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Ephésiens 5.21 Tite 2.9 1 Pierre 2.18-2.25 Ecclésiaste 10.4 Ephésiens 6.5-6.6
10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.
Genèse 17.20 Genèse 21.13 Genèse 22.15-22.18 Genèse 25.12-25.18 Genèse 21.18
11 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισμαηλ ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου.
Exode 3.7 Exode 2.23-2.24 Psaumes 22.24 Genèse 17.19 Luc 1.63
12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
Genèse 25.18 Job 39.5-39.8 Genèse 21.20 Genèse 27.40 Job 11.12
13 καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
Genèse 32.30 Psaumes 139.1-139.12 Proverbes 15.3 Proverbes 5.21 Exode 34.5-34.7
14 ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον ἰδοὺ ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Βαραδ.
Nombres 13.26 Genèse 24.62 Genèse 25.11 Genèse 14.7 Genèse 21.31
15 καὶ ἔτεκεν Αγαρ τῷ Αβραμ υἱόν καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ ὃν ἔτεκεν αὐτῷ Αγαρ Ισμαηλ.
Genèse 25.12 Genèse 37.27 Genèse 16.11 Genèse 17.18 Galates 4.22-4.23
16 Αβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν ἡνίκα ἔτεκεν Αγαρ τὸν Ισμαηλ τῷ Αβραμ.

Cette Bible est dans le domaine public.