Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Ruth 4.11     

Ruth 4.11
Septante


1 καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο ὃν εἶπεν Βοος καὶ εἶπεν πρὸς αὐτὸν Βοος ἐκκλίνας κάθισον ὧδε κρύφιε καὶ ἐξέκλινεν καὶ ἐκάθισεν.
Ruth 3.12 Deutéronome 25.7 Deutéronome 21.19 Amos 5.15 Amos 5.10-5.12
2 καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν καθίσατε ὧδε καὶ ἐκάθισαν.
Proverbes 31.23 1 Rois 21.8 Exode 18.21-18.22 Exode 21.8 Deutéronome 29.10
3 καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ τὴν μερίδα τοῦ ἀγροῦ ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Αβιμελεχ ἣ δέδοται Νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωαβ.
Proverbes 13.10 Psaumes 112.5
4 κἀγὼ εἶπα ἀποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι κἀγώ εἰμι μετὰ σέ ὁ δὲ εἶπεν ἐγώ εἰμι ἀγχιστεύσω.
Lévitique 25.25-25.29 Jérémie 32.7-32.12 Romains 12.17 Genèse 23.18 2 Corinthiens 8.21
5 καὶ εἶπεν Βοος ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
Deutéronome 25.5-25.6 Genèse 38.8 Matthieu 22.24 Luc 20.28 Ruth 3.12-3.13
6 καὶ εἶπεν ὁ ἀγχιστεύς οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ μήποτε διαφθείρω τὴν κληρονομίαν μου ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
Ruth 3.13 Lévitique 25.25
7 καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ καὶ τοῦτο ἦν μαρτύριον ἐν Ισραηλ.
Deutéronome 25.7-25.10
8 καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοος κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
9 καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων ἐκ χειρὸς Νωεμιν.
Jérémie 32.10-32.12 Genèse 23.16-23.18
10 καί γε Ρουθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ μάρτυρες ὑμεῖς σήμερον.
Deutéronome 25.6 Ephésiens 5.25 Genèse 29.27 Proverbes 31.10-31.11 Psaumes 34.16
11 καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ.
Genèse 29.32-30.24 Genèse 35.16-35.20 Psaumes 128.3-128.6 Michée 5.2 Psaumes 127.3-127.5
12 καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρες ὃν ἔτεκεν Θαμαρ τῷ Ιουδα ἐκ τοῦ σπέρματος οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
Genèse 38.29 Matthieu 1.3 1 Samuel 2.20 1 Chroniques 2.4 Genèse 46.12
13 καὶ ἔλαβεν Βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν καὶ ἔτεκεν υἱόν.
Genèse 29.31 Genèse 33.5 Ruth 3.11 Psaumes 127.3 Genèse 30.22-30.23
14 καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ.
Luc 1.58 Psaumes 34.1-34.3 1 Thessaloniciens 5.18 Genèse 24.27 Esaïe 11.1-11.4
15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
1 Samuel 1.8 Proverbes 18.24 Genèse 47.12 Ruth 2.11-2.12 Psaumes 55.22
16 καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
17 καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τῇ Νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ οὗτος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ.
Luc 1.58-1.63
18 καὶ αὗται αἱ γενέσεις Φαρες Φαρες ἐγέννησεν τὸν Εσρων.
1 Chroniques 2.4-2.8 Matthieu 1.3-1.6 Luc 3.33 1 Chroniques 4.1
19 Εσρων δὲ ἐγέννησεν τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ.
Luc 3.33 1 Chroniques 2.9-2.10 Matthieu 1.4
20 καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν.
Nombres 1.7 Luc 3.32 Matthieu 1.4
21 καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ.
Matthieu 1.5 Luc 3.32 1 Chroniques 2.11-2.12
22 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ.
1 Chroniques 2.15 Luc 3.31 1 Samuel 16.1 Matthieu 1.6 Esaïe 11.1

Cette Bible est dans le domaine public.