Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Deutéronome 5.17     

Deutéronome 5.17
Septante


1 καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ἄκουε Ισραηλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά.
Matthieu 23.3 Deutéronome 1.1 Deutéronome 29.10 Deutéronome 4.1 Deutéronome 29.2
2 κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρηβ.
Deutéronome 4.23 Exode 24.8 Hébreux 9.19-9.23 Hébreux 8.6-8.13 Exode 19.5-19.8
3 οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην ἀλλ’ ἢ πρὸς ὑμᾶς ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον.
Deutéronome 29.10-29.15 Matthieu 13.17 Genèse 17.7 Hébreux 8.8-8.9 Psaumes 105.8-105.10
4 πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.
Deutéronome 34.10 Deutéronome 4.33 Exode 33.11 Deutéronome 4.36 Exode 20.18-20.22
5 κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων.
Galates 3.19 Exode 19.16 Exode 20.18-20.21 Hébreux 9.24 Psaumes 106.23
6 ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας.
Exode 20.2-20.17 Psaumes 81.5-81.10 Lévitique 26.1-26.2 Deutéronome 4.4
7 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου.
Exode 20.3 Jean 5.23 1 Jean 5.21 Matthieu 4.10
8 οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
Exode 20.4 Deutéronome 4.15-4.19
9 οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με.
Exode 34.7 Exode 34.14 Exode 20.4-20.6 Nombres 14.18 Romains 11.28-11.29
10 καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά μου.
Jérémie 32.18 Galates 5.6 Deutéronome 6.5-6.6 Jean 15.14 Jacques 1.25
11 οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
Lévitique 19.12 Exode 20.7 Deutéronome 6.13 Matthieu 5.33-5.34 Jérémie 4.2
12 φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου.
Exode 20.8-20.11 Esaïe 58.13 Esaïe 56.6
13 ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου.
Luc 13.14-13.16 Exode 35.2-35.3 Exode 23.12 Ezéchiel 20.12 Luc 23.56
14 τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ.
Hébreux 4.4 Genèse 2.2 Exode 16.29-16.30 Exode 23.12 Néhémie 13.21
15 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ τοῦτο συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν.
Deutéronome 16.12 Deutéronome 15.15 Deutéronome 4.34-4.37 Psaumes 116.16 Esaïe 63.9
16 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι.
Exode 20.12 Deutéronome 4.40 Lévitique 19.3 Deutéronome 27.16 Colossiens 3.20
17 οὐ μοιχεύσεις.
Exode 20.13 Matthieu 5.21-5.22 Jacques 2.11 Genèse 9.6 Matthieu 19.18
18 οὐ φονεύσεις.
Luc 18.20 Exode 20.14 Matthieu 5.27-5.28 Jacques 2.10-2.11 Proverbes 6.32-6.33
19 οὐ κλέψεις.
Exode 20.15 Ephésiens 4.28 Romains 13.9
20 οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.
Exode 23.1 Exode 20.16 Malachie 3.5 Proverbes 6.19 Proverbes 19.5
21 οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.
Romains 13.9 Exode 20.17 1 Rois 21.1-21.4 Romains 7.7-7.8 Michée 2.2
22 τὰ ῥήματα ταῦτα ἐλάλησεν κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός σκότος γνόφος θύελλα φωνὴ μεγάλη καὶ οὐ προσέθηκεν καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι.
Exode 24.12 Exode 31.18 Deutéronome 4.36 Exode 19.18-19.19 Deutéronome 5.4
23 καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν.
Hébreux 12.18-12.21 Exode 20.18-20.19
24 καὶ ἐλέγετε ἰδοὺ ἔδειξεν ἡμῖν κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ θεὸς πρὸς ἄνθρωπον καὶ ζήσεται.
Exode 19.19 Deutéronome 4.33 Exode 33.20 Genèse 32.30 Juges 13.22
25 καὶ νῦν μὴ ἀποθάνωμεν ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν ἔτι καὶ ἀποθανούμεθα.
Deutéronome 18.16 Galates 3.10 2 Corinthiens 3.7-3.9 Deutéronome 33.2 Hébreux 12.29
26 τίς γὰρ σάρξ ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς καὶ ζήσεται.
Deutéronome 4.33 Romains 3.20 Jérémie 10.10 Actes 14.15 Psaumes 84.2
27 πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ κύριος ὁ θεὸς ἡμῶν καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα ὅσα ἂν λαλήσῃ κύριος ὁ θεὸς ἡμῶν πρὸς σέ καὶ ἀκουσόμεθα καὶ ποιήσομεν.
Hébreux 12.19 Exode 20.19
28 καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με καὶ εἶπεν κύριος πρός με ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ ὀρθῶς πάντα ὅσα ἐλάλησαν.
Deutéronome 18.17 Nombres 27.7 Nombres 36.5
29 τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’ αἰῶνος.
Esaïe 48.18 Deutéronome 4.40 Ezéchiel 33.31-33.32 Deutéronome 11.1 Deutéronome 5.16
30 βάδισον εἰπὸν αὐτοῖς ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν.
31 σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς καὶ ποιείτωσαν ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.
Galates 3.19 Deutéronome 4.45 Exode 24.12 Malachie 4.4 Deutéronome 4.1
32 καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ.
Josué 23.6 Proverbes 4.27 Josué 1.7 Deutéronome 17.20 Deutéronome 28.14
33 κατὰ πᾶσαν τὴν ὁδόν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ ὅπως καταπαύσῃ σε καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς κληρονομήσετε.
Jérémie 7.23 Deutéronome 4.40 Deutéronome 10.12 Luc 1.6 Psaumes 119.6

Cette Bible est dans le domaine public.