1  εἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυιδ.  
2  εἰσάκουσον ὁ θεός τῆς δεήσεώς μου πρόσχες τῇ προσευχῇ μου.  
3  ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με.  
4  ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.  
5  παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα.  
6  ὅτι σύ ὁ θεός εἰσήκουσας τῶν εὐχῶν μου ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.  
7  ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.  
8  διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει.  
9  οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.