1  αλληλουια ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου.  
2  ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ Ισραηλ ἐξουσία αὐτοῦ.  
3  ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.  
4  τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.  
5  τί σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί Ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω.  
6  τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.  
7  ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ.  
8  τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.  
9  μὴ ἡμῖν κύριε μὴ ἡμῖν ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου.