Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Cantique 7.3     

Cantique 7.3
Septante


1 ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.Psaumes 45.13 Luc 15.22 Daniel 2.32 Exode 35.35 Colossiens 2.19
2 τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου.Esaïe 46.3 Proverbes 3.8 Cantique 5.14 Jérémie 1.5 Romains 7.4
3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις.Cantique 4.5 Cantique 6.6
4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος.Cantique 4.4 Psaumes 144.12 Cantique 6.5 2 Samuel 8.6 Philippiens 1.9-1.10
5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.Esaïe 35.2 Cantique 4.1 Genèse 32.26 Colossiens 1.18 Apocalypse 1.14
6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.Cantique 1.15-1.16 Cantique 4.10 Psaumes 45.11 Sophonie 3.17 Cantique 2.14
7 τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου.Cantique 4.5 Ephésiens 4.13 Cantique 8.8 Psaumes 92.12 Cantique 7.8
8 τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.2 Corinthiens 2.14 Cantique 1.3 Jérémie 32.41 Cantique 2.5 Cantique 4.16-5.1
9 εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα.Cantique 5.16 Esaïe 62.8-62.9 Cantique 5.2 Cantique 2.14 Actes 2.11-2.13
10 καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.Cantique 2.16 Psaumes 45.11 Cantique 6.3 Galates 2.20 Psaumes 147.11
11 ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.Cantique 4.8 Cantique 1.4 Cantique 2.10-2.13
12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις.Cantique 6.11 Ephésiens 6.24 Psaumes 43.4 Cantique 2.15 Psaumes 73.25
13 ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.Genèse 30.14 Matthieu 13.52 Philippiens 1.11 1 Corinthiens 16.2 1 Pierre 4.11
14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι.

Cette Bible est dans le domaine public.