Deuxième livre
 L’espérance en Dieu
 1  ψαλμὸς τῷ Δαυιδ κρῖνόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.  
2  ὅτι σὺ εἶ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου.  
3  ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.  
4  καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ θεὸς ὁ θεός μου.  
5  ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.