Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Rois 22.38     

1 Rois 22.38
Septante


Mort d’Achab

1 καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ.
1 Rois 20.34
2 καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ.
1 Rois 15.24 1 Rois 22.1 Matthieu 12.40 2 Chroniques 18.1-18.27 1 Rois 22.44
3 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαθ Γαλααδ καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας.
Deutéronome 4.43 1 Rois 4.13 Josué 21.38 Juges 16.2 2 Samuel 19.10
4 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἀναβήσῃ μεθ’ ἡμῶν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον καὶ εἶπεν Ιωσαφατ καθὼς ἐγὼ οὕτως καὶ σύ καθὼς ὁ λαός μου ὁ λαός σου καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου.
2 Rois 3.7 Apocalypse 2.26 2 Jean 1.11 Ephésiens 5.11 Proverbes 13.20
5 καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον.
2 Rois 3.11 Jérémie 42.2-42.6 2 Chroniques 18.4-18.5 Juges 1.1 Juges 20.18
6 καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς εἰ πορευθῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπαν ἀνάβαινε καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως.
1 Rois 18.19 Jérémie 23.14-23.17 Ezéchiel 13.22 Jérémie 8.10-8.11 2 Timothée 4.3
7 καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι’ αὐτοῦ.
2 Chroniques 18.6-18.7 2 Rois 3.11-3.13
8 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἔστιν ἀνὴρ εἷς τοῦ ἐπερωτῆσαι τὸν κύριον δι’ αὐτοῦ καὶ ἐγὼ μεμίσηκα αὐτόν ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά ἀλλ’ ἢ κακά Μιχαιας υἱὸς Ιεμλα καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.
Jean 17.14 Jérémie 38.4 Michée 2.7 Amos 5.10 Jean 3.19-3.21
9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν τάχος Μιχαιαν υἱὸν Ιεμλα.
2 Chroniques 18.8 1 Rois 22.26-22.27 Daniel 1.18 Esaïe 39.7 2 Rois 9.32
10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν.
1 Rois 18.29 Esther 6.8-6.9 Matthieu 6.20 1 Rois 22.30 Actes 25.23
11 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν τάδε λέγει κύριος ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ.
Zacharie 1.18-1.21 Deutéronome 33.17 Jérémie 28.2-28.3 Ezéchiel 13.6-13.9 Jérémie 29.21
12 καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.
1 Rois 22.32-22.36 1 Rois 22.6-22.15 2 Chroniques 35.22
13 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά.
Psaumes 11.1 Amos 7.13-7.17 Michée 2.11 Psaumes 50.21 1 Corinthiens 2.14-2.16
14 καὶ εἶπεν Μιχαιας ζῇ κύριος ὅτι ἃ ἂν εἴπῃ κύριος πρός με ταῦτα λαλήσω.
Nombres 24.13 Nombres 22.18 Ezéchiel 2.4-2.8 Jérémie 26.2-26.3 Actes 20.26-20.27
15 καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια εἰ ἀναβῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπεν ἀνάβαινε καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖρα τοῦ βασιλέως.
Juges 10.14 2 Chroniques 18.14 Ecclésiaste 11.9 1 Rois 18.27 Matthieu 26.45
16 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου.
Matthieu 22.16-22.17 Jérémie 42.3-42.6 2 Chroniques 18.15 Josué 6.26 Marc 5.7
17 καὶ εἶπεν Μιχαιας οὐχ οὕτως ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐ κύριος τούτοις ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
Nombres 27.17 Matthieu 9.36 1 Rois 22.34-22.36 1 Samuel 9.9 Zacharie 13.7
18 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα οὐκ εἶπα πρὸς σέ οὐ προφητεύει οὗτός μοι καλά διότι ἀλλ’ ἢ κακά.
1 Rois 22.8 Proverbes 29.1 Proverbes 10.24 Luc 11.45 Proverbes 27.22
19 καὶ εἶπεν Μιχαιας οὐχ οὕτως οὐκ ἐγώ ἄκουε ῥῆμα κυρίου οὐχ οὕτως εἶδον τὸν κύριον θεὸν Ισραηλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.
Job 2.1 Job 1.6 Daniel 7.9-7.10 Matthieu 18.10 Hébreux 1.7
20 καὶ εἶπεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμαθ Γαλααδ καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως.
Ezéchiel 14.9 Job 12.16 Jérémie 4.10
21 καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἐν τίνι.
Job 2.1 Job 1.6-1.7 1 Rois 22.23
22 καὶ εἶπεν ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ καὶ εἶπεν ἀπατήσεις καί γε δυνήσει ἔξελθε καὶ ποίησον οὕτως.
Juges 9.23 Ezéchiel 14.9 Apocalypse 20.7 1 Samuel 16.14 1 Samuel 19.9
23 καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
Ezéchiel 14.9 Deutéronome 2.30 Exode 10.20 1 Rois 21.19 Esaïe 44.20
24 καὶ προσῆλθεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν ποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί.
Actes 23.2 Lamentations 3.30 Michée 5.1 Marc 15.19-15.20 Matthieu 26.68
25 καὶ εἶπεν Μιχαιας ἰδοὺ σὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν εἰσέλθῃς ταμίειον τοῦ ταμιείου τοῦ κρυβῆναι.
1 Rois 20.30 Esaïe 9.14-9.16 Apocalypse 19.20 Jérémie 29.21-29.22 Jérémie 29.32
26 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως.
27 εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
2 Chroniques 16.10 2 Chroniques 18.25-18.27 Ephésiens 3.1 Jacques 4.13-4.14 Luc 12.45-12.46
28 καὶ εἶπεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί.
Michée 1.2 Nombres 16.29 Marc 7.14-7.15 Deutéronome 18.20-18.22 Amos 3.1
29 καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα μετ’ αὐτοῦ εἰς Ρεμμαθ Γαλααδ.
2 Chroniques 18.28 1 Rois 22.2-22.9
30 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
2 Chroniques 35.22 Jérémie 23.24 Psaumes 12.2 1 Rois 22.10 2 Chroniques 18.29
31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ’ ἢ τὸν βασιλέα Ισραηλ μονώτατον.
1 Rois 20.24 2 Chroniques 18.30 Jérémie 16.6 1 Samuel 30.2 1 Rois 20.16
32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ βασιλέα Ιουδα καὶ αὐτοὶ εἶπον φαίνεται βασιλεὺς Ισραηλ οὗτος καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι καὶ ἀνέκραξεν Ιωσαφατ.
Proverbes 13.20 Jonas 2.1-2.2 2 Chroniques 18.31 Psaumes 116.1-116.2 Exode 14.10
33 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὗτος καὶ ἀπέστρεψαν ἀπ’ αὐτοῦ.
1 Rois 22.31 Psaumes 76.10
34 καὶ ἐνέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου ὅτι τέτρωμαι.
2 Chroniques 35.23 2 Samuel 15.11 2 Chroniques 18.30 1 Samuel 17.49 Apocalypse 9.9
35 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος καὶ ἀπέθανεν ἑσπέρας καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.
1 Rois 20.42 1 Rois 22.28
36 καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν.
2 Rois 14.12 1 Rois 12.16 2 Samuel 19.8 1 Rois 22.31 1 Samuel 4.10
37 ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.
38 καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν.
1 Rois 21.19 Zacharie 1.4-1.6 Esaïe 44.25-44.26 Esaïe 48.3-48.5 Matthieu 24.35
39 καὶ τὰ λοιπὰ τῶν λόγων Αχααβ καὶ πάντα ἃ ἐποίησεν καὶ οἶκον ἐλεφάντινον ὃν ᾠκοδόμησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ.
Amos 3.15 Ezéchiel 27.15 1 Rois 10.22 1 Rois 15.31 1 Rois 16.5
40 καὶ ἐκοιμήθη Αχααβ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
2 Rois 1.2 2 Chroniques 20.35 1 Rois 11.21 2 Rois 1.17 Deutéronome 31.16

Règne de Josaphat sur Juda

41 καὶ Ιωσαφατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα ἔτει τετάρτῳ τῷ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν.
2 Chroniques 20.31 1 Rois 22.2 1 Chroniques 3.10 2 Chroniques 17.1
42 Ιωσαφατ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σελεϊ.
2 Rois 1.17 1 Rois 15.2 2 Rois 8.16 1 Rois 15.10 1 Rois 14.21
43 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ οὐκ ἐξέκλινεν ἀπ’ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου.
1 Rois 15.14 2 Rois 12.3 1 Samuel 12.20-12.21 2 Chroniques 20.3-20.30 1 Rois 15.5
44 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
2 Rois 8.18 2 Chroniques 19.2 1 Rois 22.2 2 Chroniques 21.6 2 Corinthiens 6.14
45 καὶ εἰρήνευσεν Ιωσαφατ μετὰ βασιλέως Ισραηλ.
1 Rois 11.41 1 Rois 14.29 2 Chroniques 20.34
46 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσαφατ καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα.
1 Rois 14.24 1 Rois 15.12 Deutéronome 23.17 Jude 1.7 Genèse 19.5
47
2 Samuel 8.14 2 Rois 3.9 2 Rois 8.20 Genèse 27.40 Psaumes 108.9-108.10
51 καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
2 Rois 1.17 1 Rois 15.25 1 Rois 22.40

Règne d’Achazia sur Israël

52 καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο.
1 Rois 15.26 1 Rois 21.25 1 Rois 16.30-16.33 1 Rois 12.28-12.33 Apocalypse 3.20
53 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ιεζαβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
1 Rois 16.30-16.32 2 Rois 1.2 Psaumes 106.29 Ezéchiel 8.3 Ezéchiel 18.14-18.18
54 καὶ ἐδούλευσεν τοῖς Βααλιμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισεν τὸν κύριον θεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

Cette Bible est dans le domaine public.