Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Lévitique 19.2     

Lévitique 19.2
Septante


La sainteté du peuple de l’Éternel

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
2 λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν.
Lévitique 20.7 Lévitique 20.26 Lévitique 11.44-11.45 1 Pierre 1.15-1.16 Matthieu 5.48
3 ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω καὶ τὰ σάββατά μου φυλάξεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
Exode 20.8 Exode 20.12 Lévitique 11.44 Exode 21.17 Exode 16.29
4 οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
Lévitique 26.1 Exode 20.23 Exode 34.17 Exode 20.3-20.5 Deutéronome 27.15
5 καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ κυρίῳ δεκτὴν ὑμῶν θύσετε.
Lévitique 22.19 Lévitique 7.16 Lévitique 1.3 Lévitique 22.23 Lévitique 22.21
6 ᾗ ἂν ἡμέρᾳ θύσητε βρωθήσεται καὶ τῇ αὔριον καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται.
Lévitique 7.11-7.17
7 ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄθυτόν ἐστιν οὐ δεχθήσεται.
Lévitique 7.18-7.21 Esaïe 66.3 Esaïe 65.4 Jérémie 16.18 Lévitique 22.23
8 ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
Lévitique 22.15 Lévitique 5.1
9 καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις.
Lévitique 23.22 Ruth 2.15 Ruth 2.2 Lévitique 23.10 Lévitique 23.29
10 καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Lévitique 25.6 Juges 8.2 Michée 7.1 Esaïe 24.13 Abdias 1.5
11 οὐ κλέψετε οὐ ψεύσεσθε οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον.
Ephésiens 4.25 Colossiens 3.9 Exode 20.15 Psaumes 101.7 Jérémie 9.3-9.5
12 καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ θεοῦ ὑμῶν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Exode 20.7 Lévitique 18.21 Deutéronome 5.11 Jacques 5.12 Lévitique 6.3
13 οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωί.
Jacques 5.4 Deutéronome 24.14-24.15 Malachie 3.5 Jérémie 22.3 Exode 22.8-22.9
14 οὐ κακῶς ἐρεῖς κωφὸν καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Deutéronome 27.18 Lévitique 19.32 Lévitique 25.17 1 Pierre 2.17 1 Corinthiens 8.8-8.13
15 οὐ ποιήσετε ἄδικον ἐν κρίσει οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου.
Deutéronome 1.17 Exode 23.2-23.3 Deutéronome 16.19 Proverbes 24.23 Deutéronome 25.13-25.16
16 οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου οὐκ ἐπισυστήσῃ ἐφ’ αἷμα τοῦ πλησίον σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Exode 23.1 Exode 23.7 Psaumes 15.3 Ezéchiel 22.9 Proverbes 20.19
17 οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψῃ δι’ αὐτὸν ἁμαρτίαν.
1 Jean 2.9 Luc 17.3 1 Jean 2.11 Galates 6.1 Proverbes 27.5-27.6
18 καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν ἐγώ εἰμι κύριος.
Romains 12.19 Galates 5.14 Romains 13.9 Jacques 2.8 Matthieu 19.19
19 τὸν νόμον μου φυλάξεσθε τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.
Deutéronome 22.9-22.11 Matthieu 9.16-9.17 1 Rois 1.33 2 Samuel 13.29 2 Samuel 18.9
20 καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ ἐπισκοπὴ ἔσται αὐτοῖς οὐκ ἀποθανοῦνται ὅτι οὐκ ἀπηλευθερώθη.
Deutéronome 22.23-22.24 Exode 21.20-21.21
21 καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας.
Lévitique 5.15 Lévitique 6.6-6.7 Lévitique 5.1-5.6
22 καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι κυρίου περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν.
Lévitique 4.20 Lévitique 4.26
23 ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος οὐ βρωθήσεται.
Lévitique 12.3 Lévitique 22.27 Actes 7.51 Jérémie 6.10 Exode 22.29-22.30
24 καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ.
Deutéronome 18.4 Proverbes 3.9 Deutéronome 12.17-12.18 Nombres 18.12-18.13 Deutéronome 14.28-14.29
25 ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Proverbes 3.9-3.10 Aggée 1.9-1.11 Aggée 1.4-1.6 Malachie 3.8-3.10 Aggée 2.18-2.19
26 μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε.
2 Rois 17.17 Deutéronome 12.23 2 Chroniques 33.6 2 Rois 21.6 Lévitique 3.17
27 οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν.
Lévitique 21.5 Esaïe 15.2 Jérémie 48.37 Ezéchiel 7.18 Ezéchiel 44.20
28 καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Deutéronome 14.1 1 Rois 18.28 Jérémie 48.37 Jérémie 16.6 Lévitique 21.5
29 οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.
Deutéronome 23.17-23.18 Osée 4.12-4.14 Lévitique 21.7 1 Corinthiens 6.15
30 τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος.
Lévitique 26.2 Lévitique 19.3 Ecclésiaste 5.1 Psaumes 89.7 Lévitique 16.2
31 οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Esaïe 8.19 Lévitique 20.27 1 Chroniques 10.13 1 Samuel 28.3 Exode 22.18
32 ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
1 Timothée 5.1 Lamentations 5.12 Proverbes 16.31 Romains 13.7 Job 32.4
33 ἐὰν δέ τις προσέλθῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν οὐ θλίψετε αὐτόν.
Exode 22.21 Exode 23.9 Jérémie 7.6 Malachie 3.5 Ezéchiel 22.29
34 ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Deutéronome 10.19 Lévitique 19.18 Matthieu 5.43 Exode 12.48-12.49
35 οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς.
Deutéronome 25.13 Deutéronome 25.15 Amos 8.5-8.6 Proverbes 16.11 Michée 6.1
36 ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου.
Exode 20.2 Proverbes 11.1 Deutéronome 25.13-25.15 Proverbes 20.10
37 καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
Lévitique 18.4-18.5 Psaumes 119.4 1 Jean 3.22-3.23 Psaumes 119.34 Deutéronome 4.5-4.6

Cette Bible est dans le domaine public.