Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Psaume 119.4     

Psaumes 119.4
Septante


1 ᾠδὴ τῶν ἀναβαθμῶν πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μου. 2 κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. 3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν. 4 τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς. 5 οἴμμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ. 6 πολλὰ παρῴκησεν ἡ ψυχή μου. 7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεάν.

Cette Bible est dans le domaine public.