Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Psaume 29.11     

Psaumes 29.11
Septante


La toute-puissance de Dieu

1 εἰς τὸ τέλος ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυιδ.
2 ὑψώσω σε κύριε ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ.
3 κύριε ὁ θεός μου ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με.
4 κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
5 ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
8 κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
9 πρὸς σέ κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.
10 τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου.
11 ἤκουσεν κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου.

Cette Bible est dans le domaine public.